no image
DDbDP-text
Sale of Land via HGV-meta
Sworn declaration of sale of vacant plots in the Cretan and Jewish quarters. A sworn declaration to the market officials of Oxyrhynchus by Marcus Antonius Deios, former strategos of Alexandria, that he has sold four plots of vacant land in the Cretan and Jewish quarters to Adrastos and Dionysios for 2,200 drachmas. It is dated 8 April 133, in the reign of Hadrian. machine translation
Linked by Trismegistos ID
TM 20759.
Each record below describes this same artifact or text from a different angle.
[r]
τοῖς ἀγορανόμοις Μάρκος Ἀντώνιος Δεῖος καὶ ὡς χρηματίζω,
στρατηγήσας Ἀλεξανδρείας, νεωκόρος τοῦ μεγάλου Σαράπιδος.
ὀμνύω τὸν Ῥωμαίοις ἔθιμον ὅρκον πεπρακέναι Ἀδράστῳ Χαιρήμονος τοῦ Ἀδράστου Νειλαναβατείῳ τῷ καὶ Ἀλθαιεῖ μητρὸς
Φιλωτέρας τῆς Ὠριγένους ἀστῆς, καὶ Διονυσίῳ τῷ καὶ Παποντῶτι
μητρὸς Τααρπαήσιος Πέρτακος ἀπʼ Ὀξυρύγχων πόλεως ἀφήλικι τοῦ πατρὸς Ὥρου χρηματίζοντος μητρὸς Ταψόιτος
[…]τοῖς δυσὶ κοινῶς ἐξ ἴσου, ἀπὸ τῶν ὑπαρχόντων
μοι ἐπʼ ἀμφόδου Κρητικοῦ καὶ Ἰουδαικῆς λοιπῶν ψιλῶν τόπων βίκους τέσσαρας , ὧν ἡ τοποθεσία καὶ τὸ κατʼ ἄνεμον διὰ τῆς
καταγραφῆς δεδήλωται· εἶναί τε ἐμοῦ καὶ μήτε ὑποκεῖσθαι
μηδὲ ἑτέροις ἐξηλλοτριῶσθαι κατὰ μηδένα τρόπον, ἀπέχειν
δέ με τὴν τιμὴν ἀργυρίου δραχμὰς δισχιλίας διακοσίας , καὶ
βεβαιώσειν πάσῃ βεβαιώσει καὶ παρέξειν καθαροὺς ἀπὸἀπογραφῆς πάσης καὶ παντὸς οὑτινοσοῦν ἄλλου. ἔτους ιζ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι ιγ.
Μάρκος Ἀντώνιος ὀμώμοκα
τὸν ὅρκον.
[v]
Φαρμοῦθι ιγ, ἐώνηνται Ἄδραστος καὶ ἄλλος παρὰ Μάρκου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.