no image
DDbDP-text
Sale of Land and House - property via HGV-meta
Sale of land, a dovecote and a house at Seryphis. Part of a sale contract from Oxyrhynchos in the late 3rd century AD, in which the seller conveys property at the village of Seryphis, including a dovecote, house and courtyard, for 12,000 drachmas (2 talents). The seller guarantees the buyer's title and freedom from debts and taxes up to the end of the current year 1. machine translation
Linked by Trismegistos ID
TM 31792.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
κώμῃ Σερύφει…[…]
ον καὶ ὁλόκληρον περιστερεῶνα καὶ οἰκίαν καὶ αὐλὴν σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι, ὧν ὅλων γείτονες νότου Τασωτᾶ,
βορρᾶ διῶρυξ, ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς ἑτέρων ψιλοὶ τόποι, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς
τῶν προκειμένων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος
δραχμὰς μυριάδα μίαν δισχιλίας , αἵ εἰσιν ἀργυρίου τάλαντα
δύο , αὐτόθι ἀπέσχον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἠριθμῆσθαι ἐμὲ παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν σε
καὶ κυριεύειν σὺν ἐγγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν προκειμένων ὑπαρχόντων καὶ οἰκοπέδων, καὶ
χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, καὶ ἐξουσίαν ἔχειν
ἑτέροις πωλεῖν, ἅπερ ἐπάναγκες παρέξομαί σοι βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει, καὶ καθαρὰ ἀπό τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς, καὶ τὰ μὲν σιτικὰ καὶ ἀμπελικὰ ἐδάφη ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων, ἔτι δὲ καὶ
ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων τελεσμάτων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως ἐπαγομένων καὶ αὐτῶν ἐπαγομένων τοῦ ἐνεστῶτος α ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος β ἔτους τούτων πρόσφορα εἶναι σοῦ τοῦ ὠνουμένου, πρὸς ὃν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ εἰσιόντος β ἔτους τελέσματα παντοῖα, τὸν δὲ ἐπελευσόμενον
ἢ ἐμποιησόμενον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις ἀνηλώμασι
καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα
ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου, οὐ προσδεόμενος μεταλήμψεως μου οὐδὲ ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.