no image
DDbDP-text
Sale of House - property via HGV-meta
Sale of a house and a vacant plot in a village. A contract from Oxyrhynchus in which a seller sells a house in the eastern part of a village, together with a vacant plot, to a buyer from the same city for a sum of silver drachmas received in full. It includes guarantees against claims and permission to register the sale publicly. It is dated Year 2 of Claudius II, Thoth 13. machine translation
Linked by Trismegistos ID
TM 31791.
Each record below describes this same artifact or text from a different angle.
[… 1 line lost …]
[…]ου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσάν μοι ἐν κώμῃ[…]ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι ταύτης τῆς κώμης[…]οἰκίαν, ἧς γείτονες νότου δημοσία ῥύμη, βορρᾶ[…], ἀπηλιώτου Αἰνέως καὶ ἄλλων, λιβὸς ἑτέρων, καὶ ἐν τῇ αὐτῇ κώμῃ ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι ψιλὸν τόπον[…], οὗ γείτονες νότου καὶ ἀπηλιώτου ἑτέρων
[…]…ις καὶ ἄλλων, λιβὸς δημοσία ῥύμη, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τῆς αὐτῆς οἰκίας καὶ ψιλοῦ τόπου[…]ἀργυρίου Σεβαστοῦ νομίσματος
δραχμὰς[…]αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους,
καὶ περὶ τούτων ἐπερωτηθεὶς ὡμολόγησα. κρατεῖν οὖν σε καὶ κυριεύειν
σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν πωλουμένων
σοι ὑπʼ ἐμοῦ ὡς πρόκειται οἰκιῶν καὶ ψιλοῦ τόπου, καὶ ἀποφέρεσθαι
πάντα τὰ ἀπʼ αὐτῶν περιεσόμενα ἀπὸ τοῦ ἐνεστῶτος ἔτους, καὶ χρᾶσθαι
καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, ἅπερ καὶ ἐπάναγκον παρέξομαί σοι βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει, καὶ
καθαρὰ ἀπό τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ὀφειλῆς πάσης καὶ κατοχῆς παντοίας καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, καὶ πάντα τὸν καθʼ ὁνδηποτοῦν
τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον ἀφιστάνειν παραχρῆμα τοῖς
ἰδίοις ἀνηλώμασι καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα,
ἥνπερ ὀπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου, οὐ προσδεόμενος
μεταλήμψεως μου οὐδὲ ἑτέρας εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν
με τῇ ἐσομένῃ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ὑπὸ σοῦ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ιγ.
[…]οἰκιῶν καὶ τοῦ
ψιλοῦ τόπου[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.