no image
DDbDP-text
Lease of State Land via HGV-meta
Offer to lease unproductive state land near Senao. An offer by Ophelas, also called Korax, a freedman of Apia also called Dionysia, to the strategos Petronius Dionysius to lease 3 arouras of unproductive state land near Senao for five years at 4 drachmas a year. It was written at Oxyrhynchus in November 139 AD. machine translation
Linked by Trismegistos ID
TM 21771.
Each record below describes this same artifact or text from a different angle.
Πετρωνίῳ Διονυσίῳ στρατηγῷ
παρὰ Ὠφελᾶτος τοῦ καὶ Κόρακος
ἀπελευθέρου Ἀπίας τῆς καὶ Διονυσίας Διονυσίου ἀπʼ Ὀξυρύγχων
πόλεως. ἐπιδέχομαι μισθώσασθαι ἐκ τοῦ δημοσίου ἐπʼ ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος τρίτου
ἔτους Ἀντωνείνου Καίσαρος
τοῦ κυρίου ὑπολόγου περὶ Σεναὼ
ἐκ τοῦ Ἡρακλείδου καὶ Ἡρακλείδου
κλήρων ἀρούρας τρεῖς, ὧν γείτονες νότου γύης βορρᾶ καὶ ἀπηλιώτου δημόσιον χῶμα λιβὸς
Διδυμίωνος Δημητρίου, ὥστε κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶμαι χωρὶς
πυροῦ καὶ ἰσάτεως καὶ ὀχομενίου καὶ ἔχειν με τὰς νομὰς
καὶ ἐπινομὰς φόρου τῶν ὅλων
κατʼ ἔτος σύνπαντι δραχμῶν
τεσσάρων ἃς διαγράψω κατʼ ἔτος μηνὶ Καισαρείῳ. ἐὰν δέ τις
ἄβροχος γένηται, παραδεχθήσεταί μοι, μετὰ δὲ τὴν πενταετίαν οὐκ ἀχθήσομαι εἰς
τὴν μίσθωσιν. ἔτους γ Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς
Ἁθὺρ ια. Ὠφελᾶς ὁ καὶ Κόραξ
ἐπιδέδωκα.
διὰ Ἑρμοῦ νομογράφου […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.