no image
DDbDP-text
Lease of Land via HGV-meta
Offer to lease royal land near Sinkepha for four years. Offer of lease by Amoitas son of Dionysios to Lucius Diogenes for about 6 3/4 arouras of royal land near Sinkepha for four years, alternating vegetable seed and wheat crops with fixed rents. Written at Oxyrhynchus on 14 October 151 AD. machine translation
Linked by Trismegistos ID
TM 16881.
Each record below describes this same artifact or text from a different angle.
Λουκίῳ Διογένει καὶ ὡς χρηματίζει παρὰ Ἀμοιτᾶτος Διονυσίου
ἀπʼ Ὀξυρύγχων πόλεως Περσοῦ τῆς
ἐπιγονῆς. ἐπιδέχομαι γεωργῆσαι τὴν γῆν ἐπʼ ἔτη τέσσαρα βροχὰς
τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος ιε ἔτους
Ἀντωνείνου καίσαρος τοῦ κυρίου
ἀπὸ τῶν ἀναγραφομένων εἰς αὐτὸν
βασιλικῶν ἐδαφῶν περὶ Σινκέφα
ἐκ τοῦ Δήδυος κλήρου ἀρούρας ἓξ
ἥμισυ τέταρτον , ὥστε ταύτας
τῷ μὲν ιε ἔτει καὶ ιζ ἔτει σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται γένεσι χωρὶς τελωνικῶν σπόρων, ἐκφορίου ἀποτάκτου κατʼ ἔτος
λαχανοσπέρμου ἀρταβῶν δέκα , καὶ
τῷ ιϛ ἔτει καὶ ἐσχάτῳ ἔτεσι δυσὶ σπεῖραι πυρῷ, ἐκφορίου ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν τεσσεράκοντα ,
σπονδῆς κατʼ ἔτος οἴνου κεραμίου
ἑνὸς ὃ κοινῇ …[…]θήσεται, ἀκίνδυνα τὰ κατʼ ἔτος ἀπότακτα ἅπαντος
κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα
ὃν καὶ κυριεύειν τῶν καρπῶν
ἕως ἂν τὰ κατʼ ἔτος ἀπότακτα κομίσηται. βεβαιουμένου δὲ τοῦ ἀναφορίου
ἀποδότω ὁ μεμεισθωμένος τὰ κατʼ ἔτος ἀπότακτα ἀεὶ τῷ Παῦνι μηνὶ
τὸ μὲν λαχανόσπερμον ἐφʼ ἁλώνων Σινκέφα νέον καθαρὸν ἄδολον
ἄβωλον κεκοσκινευμένον μέτρῳ
τετραχοινίκῳ Λογγείνου ἀπολυσίμου τῶν παρʼ αὐτοῦ ποιουμένων
τὴν μέτρησιν, τὸν δὲ πυρὸν τοῦ εἰσιόντος ἔτους κατʼ ἔτους μετρείτω
εἰς δημόσιον θησαυρὸν Σινκέφα
καὶ ἀναδότω τὸ τούτων θέμα καθαρὸν
ἀπὸ πάσης δαπάνης. καὶ ἡ πρᾶξις ἔστω
τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐκ δίκης. ἐὰν δέ τις ἄβροχος
γένηται τοῖς ἑξῆς ἔτεσι παραδεχθήσεται
τῷ μεμισθωμένῳ πρὸς ἀνάλογον. κύριον
τὸ ἀναφόριον. ἔτους ιε αὐτοκράτορος καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ
εὐσεβοῦς Φαῶφι ιϛ. Ἀμοιτᾶς
Διονυσίου ἐπιδέχομαι
γεωργῆσαι τὴν γῆν ἐπὶ τὰ
τέσσερα ἔτη καὶ ἀποδώσω
τὰ δηλούμενα κατʼ ἔτος ὡς πρόκειται
Διονύσιος ……τωτο ἔγραψα
ὑπὲρ αὐτοῦ μὴ εἰδότος
γράμματα. χρόνος ὁ αὐτός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.