no image
DDbDP-text
Lease of Land via HGV-meta
Four-year lease of royal land at Psobthis. A four-year lease in which Aurelius Syrion and Heraklianos alias Sarapion of Oxyrhynchus let 6 arouras of royal land near the village of Psobthis to Aurelius Ammonas. Half is to be sown with wheat at 8 artabas per aroura, half with green crops at 44 drachmas per aroura. It was drawn up at Oxyrhynchus in autumn AD 219. machine translation
Linked by Trismegistos ID
TM 22522.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσαν Αὐρήλιοι Συρίων
πρεσβύτερος …[…]…υ καὶ Ἡρακλιανὸς ὁ καὶ Σαραπίων ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Ἀμμωνᾶτι[…]ρᾶτος μητρὸς
Ταυσείριος ἀπὸ κώμης Ψώβθεως
ἀπηλιώτου εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ
ἐνεστῶτος γ ἔτους τὰς ἀναγραφομένας εἰς Στρατι[…]ωνος περὶ
τὴν αὐτὴν Ψῶβθιν βασιλικῆς
γῆς ἀρούρας ἓξ ἢ ὅσας ἐὰν ὦσι, ὥστε κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι
τὸ μὲν ἥμισυ πυρῷ, τὸ δὲ ἕτερον
ἥμισυ χλωροῖς, ἐκφορίου καὶ φόρου
κατʼ ἔτος κατʼ ἄρουραν τῆς μὲν ἐν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας ὀκτώ ,
τῆς δὲ ἐν χλωροῖς ἀνὰ δραχμὰς
τεσσαράκοντα τέσσαρας ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς
γῆς κατʼ ἔτος δημοσίων ὄντων
πρὸς τοὺς μεμισθωκότας, κυριεύοντας τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος
ὀφειλόμενα ἀπολάβωσι. ἐὰν δέ τις,
ὃ μὴ εἴη, τοῖς ἑξῆς ἔτεσι ἄβροχος
γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, ὃς καὶ βεβαιουμένης
τῆς μισθώσεως μετρείτω τὸν
κατʼ ἔτος πυρὸν εἰς δημόσιον θησαυρὸν ἰδίαις ἑαυτοῦ δαπάναις
καὶ θέμα ἀναδότω τοῖς μεμισθωκόσι ὑπὸ τὴν πρώτην μέτρησιν
καθαρὸν ἀπὸ πάντων καὶ ἀποδότω τὸν κατʼ ἔτος ἀργυρικὸν φόρον
μηνὶ Παῦνι, τῆς πράξεως γεινομένης παρά τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία
ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Φαῶφι …. Αὐρήλιος Ἀμμωνᾶς[…]ρᾶτος μεμίσθωμαι τὴν γῆν ἐπὶ τὰ
τέσσαρα ἔτη καὶ ἀποδώσω τὰ προκείμενα ὡς
πρόκειται. Αὐρήλιος
[…]ογένους
ἔγραψα ὑπὲρ αὐτοῦ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.