no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of 5 arouras of land at Mermertha. A two-year lease in which the brothers Aurelius Serenos alias Sarapion and Apion of Oxyrhynchus let 5 arouras of land near the village of Mermertha to two villagers, Antonios and Panechotes. The yearly rent is 10 artabas of wheat and 10 of lentils, with the owners paying the land taxes. It was drawn up in AD 266 under Gallienus. machine translation
Linked by Trismegistos ID
TM 21969.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐμίσθωσαν Αὐρήλιοι Σερῆνος
ὁ καὶ Σαραπίων καὶἈπίων
ἀμφότεροι Ἀγαθείνου ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίοις Ἀντωνίῳ Πλάτωνος μητρὸς Ταπ[…]άλλιος καὶ Πανεχώτῃ Πανεχώτου μητρὸς Ταύριος Ἱερέως
ἀμφοτέροις ἀπὸ κώμης Μερμέρθων ἐπὶ χρόνον ἔτη δύο
ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τὰς ὑπαρχούσας αὐτοῖς περὶ Μερμέρθα
ἐν δυσὶ κλήροις ἀρούρας πέντε ,
ὥστε τοὺς μεμισθωμένους
σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν
αἱρῶνται χωρὶς ἰσάτεως καὶ ὀχομενίου, ἐκφορίου κατʼ ἔτος
ἀποτάκτου πυροῦ ἀρταβῶν δέκα
καὶ φακῆς ἀρταβῶν δέκα
ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τοὺς
γεούχους κυριεύοντας τῶν
καρπῶν ἕως τὰ ὀφειλόμενα
ἀπολάβωσι. ἐὰν δέ τις, ὃ μὴ εἴη,
ἄβροχος γένηται, παραδεχθήσεται τοῖς μεμισθωμένοις. βεβαιουμένης δὲ τῆς μισθώσεως
ἀποδότωσαν οἱ μεμισθωμένοι τὸν πυρὸν καὶ τὴν φακῆν
νέα καθαρὰ ἄδολα ἄβωλα
κεκοσκινευμένα, τὸν μὲν
πυρὸν ὡς εἰς δημόσιον μετρούμενον, τὴν δὲ φακῆν χωρὶς βοτανῶν ἐφʼ ἅλω τῆς
Μερμέρθων κοινομετροῦντες δικαίᾳ μετρήσει τῆς πράξεως οὔσης παρά τε τῶν μεμισθωμένων ἀλληλενγύων ὄντων
καθότι πρόκειται, περὶ ἧς ἐπερωτήσαντες ἀλλήλους
ἑαυτοῖς ὡμολόγησαν.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος
Πουπλίου Λικιννίου Γαλλιηνοῦ
Γερμανικοῦ Μεγίστου Περσικοῦ
Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Θὼθ κζ.
Αὐρήλιοι Ἀντώνιος καὶ Πανεχώτης μεμισθώμεθα
τὴν γῆν καὶ ἀποδώσομεν τὰ ἐκφόρια ἐξ ἀλληλεγγύης ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος
Χαιρήμων ἔγραψα ὑπὲρ αὐτῶν
μὴ εἰδότων γράμματα.
[v]
μίσθωσις Μερμέρθων ἀρουρῶν πέντε .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.