no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of a half share of 5 arouras near Taampemou. A four-year lease in which two brothers, former gymnasiarchs of Oxyrhynchus, acting through their agent Hermes, lease to Harmiysis their half share of 5 arouras near Taampemou, held jointly with Demetria. The rent is 8 artabas of wheat and 40 drachmas a year, and the lessee also undertakes to pay 3 artabas of arrears from the previous year. machine translation
Linked by Trismegistos ID
TM 20635.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Ἡρακλείδης
ὁ καὶ Διογένης καὶ Σαραπίων ὁ καὶ
Διογένης ἀμφότεροι Διογένους
γυμνασιαρχήσαντες τῆς Ὀξυρυγχιτῶν
πόλεως καὶ ὡς χρηματίζουσι διὰ
Ἑρμοῦ ἐπιτρόπου Ἁρμιύσει Ἡρᾶτος μητρὸς Ταφείβιος ἀπὸ Τυχιναβιτωου εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ
ἐνεστῶτος κζ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς
περὶ Τααμπέμου ἐκ τοῦ Φιλονείκου καὶ Χαρᾶτος κλήρου ἥμισυ μέρος
κοινῶν πρὸς Δημητρίαν Ἀντιμάχου
κατὰ τὸ ἕτερον ἥμισυ ἀρουρῶν πέντε
καὶ ψιλῶν τόπων ὥστε σπεῖραι καὶ ξυλαμῆσαι κατʼ ἔτος
τὸ μὲν ἥμισυ πυρῷ τὸ δʼ ἄλλο ἥμισυ χλωροῖς ἀποτάκτου τοῦ αὐτοῦ
ἡμίσους μέρους ἐπὶ τὴν τετραετίαν
κατʼ ἔτος πυροῦ ἐν θέματι ἀρταβῶν
ὀκτὼ καὶ δραχμῶν τεσσαράκοντα . ὁμολογεῖ δὲ ὁ μεμισθωμένος ὀφείλειν τοῖς γεούχοις λοιπογραφίαν
τοῦ αὐτοῦ ἐδάφους τοῦ παρελθόντος ἔτους πυροῦ ἀρτάβας τρεῖς , ὧν
θέμα ἀναδώσει ὁ μεμισθωμένος
τῷ ἐνεστῶτι ἔτει ἅμα τῷ τῶν ἐκφορίων θέματι ἀκίνδυνα
πάντα παντὸς κινδύνου. ἐὰν δέ
τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς κατʼ ἔτος
δημοσίων ὄντων πρὸς τοὺς γεούχους,
οὓς καὶ κυριεύειν τῶν καρπῶν
ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα
κομίσωνται. βεβαιουμένης
δὲ τῆς μισθώσεως μετρείτω
ὁ μεμισθωμένος τ[…]
ἰδίαις ἀν[…]
κατʼ ἔτος πα[…]
ἔτει καὶ τὰς τ[…]ὧν
θέμα καθαρὸν ἀπὸ πάντων
ἀποδότω κατʼ ἔτος ὑπὸ τὴν
πρώτην μέτρησιν[…]
[…]
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους κζ
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ
Μεγίστου Βρεταννικοῦ Φαῶφι ιδ.
Ἑρμῆς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.