no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of ten arouras near Mermertha. A four-year lease in which Aurelius Dioskourides alias Kastor, a former gymnasiarch and town councillor of Oxyrhynchus, lets ten arouras near Mermertha to Aurelius Sarapion for a fixed annual rent of 27 artabas of wheat and 208 drachmas. It was drawn up at Oxyrhynchus in AD 219 under Elagabalus. machine translation
Linked by Trismegistos ID
TM 15404.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Αὐρήλιος
Διοσκουρίδης ὁ καὶ Κάστωρ γυμνασιαρχήσας
βουλευτὴς τῆς Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Σαραπίωνι Ἀθηνοδώρου
τοῦ Σαραπίωνος ἀπὸ τῆς
αὐτῆς πόλεως εἰς ἔτη
τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους τὰς ὑπαρχούσας
αὐτῷ καὶ τοῖς κοινωνοῖς
αὐτοῦ περὶ Μερμέρθα ἐκ
Μετόκου καὶ Μετόκου ἀρούρας δέκα
ὥστε κατʼ ἔτος σπεῖραι καὶ
ξυλαμῆσαι πυρῷ χλωροῖς
ἐξ ἡμισείας ἐκφορίου καὶ φόρου ἀποτάκτου κατʼ ἔτος πυροῦ ἐν θέματι ἀρταβῶν εἴκοσι ἑπτὰ καὶ δραχμῶν διακοσίων ὀκτὼ ἀκίνδυνα πάντα παντὸς
κινδύνου τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων
πρὸς τοὺς γεούχους οὓς
καὶ κυριεύειν τῶν καρπῶν
ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κομίσωνται. ἐὰν δέ τις
τοῖς ἑξῆς ἔτεσι, ὃ μὴ εἴη, ἄβροχος γένηται παραδεχθήσεται τῷ μεμισθωμένῳ. καὶ βεβαιουμένης τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τὸν μὲν
φόρον τῷ Παῦνι μηνὶ, τὸν δὲ
πυρὸν ἐπάναγκον μετρείτω
εἰς δημόσιον θησαυρὸν ἰδίαις
ἑαυτοῦ δαπάναις, οὗ καὶ θέμα καθαρὸν ἀπὸ πάντων ἀναδότω τῷ μεμισθωκότι ὑπὸ τὴν
πρώτην ἑκάστου ἔτους μέτρησιν ἀνυπερθέτως. κυρία ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνίνου Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ κ.
… Αὐρήλιος Διοσκουρίδης γυμνασιαρχήσας καὶ ὡς χρηματίζω μεμίσθωκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.