no image
DDbDP-text
Lease of Domain Land via HGV-meta
Lease of five arouras of royal land for hay at Senepta. A lease by which Sarapion son of Herodes of Oxyrhynchus lets 5 arouras of royal land from the kleros of Damon to Valerius son of Apollonios of Senepta, to be sown with hay for cutting and grazing, for a rent of 120 drachmas due in Pauni. It was drawn up on 15 November AD 130, in Hadrian's 15th year. machine translation
Linked by Trismegistos ID
TM 20430.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐμίσθωσεν Σαραπίων Ἡρώδου
ἀπʼ Ὀξυρύγχων πόλεως Οὐαλερίῳ
Ἀπολλωνίου ἀπὸ κώμης Σενέπτα
Πέρσῃ τῆς ἐπιγονῆς εἰς τὸ ἐνεστὸς πεντεκαιδέκατον ἔτος
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
ἀπὸ τῆς ἀναγραφομένης εἰς αὐτὸν βασιλικῆς γῆς ἀρούρας πέντε ἐκ τοῦ Δάμωνος κλήρου,
ὥστε ταύτας ξυλαμῆσαι χόρτῳ εἰς κοπὴν καὶ ἐπινομήν,
φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι καὶ σπονδῆς τῶν ὅλων παιδαρίοις δραχμὰς τέσσαρας ἀνκινδύνου
παντὸς κινδύνου, τῶν ὑπὲρ
τῆς γῆς δημοσίων ὄντων
πρὸς τὸν μεμισθωκότα, ὃν καὶ
κυριεύειν τῶν καρπῶν
ἕως ἂν τὸν φόρον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τὸν φόρον τῷ
Παῦνι μηνὶ τοῦ αὐτοῦ ἔτους,
ὃ δʼ ἂν προσοφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισάτω
μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι
ἔκ τε τοῦ μεμισθωμένου
καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιε Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ Ἁθὺρ ιθ. Οὐαλέριος
Ἀπολλωνίου μεμίσθωμαι τὴν γῆν […]…[…]…
[…]ἀργυρίου δραχμαῶν ἑκατὸν εἴκοσι[…]
[… ? lines lost …]
[v]
ιε ἔτους μίσθωσις ἀρουρῶν ε […]… Σενέπτα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.