no image
DDbDP-text
Repayment of a Loan via HGV-meta
Acknowledgement of repayment of a loan by a widow. A notarial acknowledgement from Oxyrhynchus, AD 83, in which the widow Thnas confirms that Amois and his wife Tekosis have repaid a loan of 400 drachmas plus interest made to them by her late husband Papontos, whose claims she inherited by his will. She cancels the loan contract and renounces further claims. machine translation
Linked by Trismegistos ID
TM 21767.
Each record below describes this same artifact or text from a different angle.
κ…ολ πλ.
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος
Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ
ιη ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος.
ὁμολογεῖ Θνᾶς Πετοσοράπιος μητρὸς Ἡρᾶτος τῆς Ἡρακλείδου μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφιδοῦ Θομπαχράτου τοῦ
Παάπιος μητρὸς Τεκώσιος τῆς Πετοσοράπιος Ἀμόιτι Ἀπολλωνίου τοῦ Σύρου
μητρὸς Τεκώσιος καὶ τῇ τούτου γυναικὶ
Τεκώσει Θώνιος τοῦ Πετοσοράπιος μητρὸς Ἐσενεῦτος μετὰ κυρίου τοῦ ἀνδρὸς
Ἀμόιτος, πάντες τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτῶν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας κεφαλαίου καὶ τοὺς καθήκοντας τούτων τόκους δανεισθείσας αὐτοῖς ὑπὸ τοῦ γενομένου καὶ μετηλλαχότος τῆς Θνᾶτος ἀνδρὸς Παποντῶτος τοῦ Ἀμόιτος τοῦ Θέωνος ὁπότε
περιῆν κατὰ συγγραφὴν γεγονυῖαν διὰ
τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου
τῷ ἑνδεκάτῳ ἔτει θεοῦ Οὐεσπασιανοῦ
μηνὶ Νέῳ Σεβαστῷ, ὧν ἡ πρᾶξις σὺν ἄλλοις τοῦ Παποντῶτος προφέρεται ἡ Θνᾶς
κατηντηκέναι εἰς ἑαυτὴν καθʼ ὃ ἔθετο
ὁ Παποντῶς ὁπότε περιῆν διάταγμα,
καὶ μηδὲν ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν
μηδʼ ἐπελεύσεσθαι Θνᾶν μηδʼ ἄλλον
ὑπὲρ αὐτῆς οἷς ὁμολογεῖ μηδὲ τοῖς παρʼ αὐτῶν περὶ μηδενὸς ἁπλῶς μέχρι
τῆς ἐνεστώσης ἡμέρας, αὐτόθεν δὲ
καὶ ἀναδεδωκέναι αὐτοῖς τὴν ἐπιφορον τοῦ δανείου συγγραφὴν κεχιασμένην εἰς ἀκύρωσιν, ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκτίνειν Θνᾶν ἢ τὸν ὑπὲρ αὐτῆς ἐπελευσόμενον τοῖς προγεγραμμένοις ἢ τοῖς
παρʼ αὐτῶν καθʼ ἑκάστην ἔφοδον τό τε
βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν
καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηθὲν ἧσσον κυρία ἡ συγγραφή ἔτους
τρίτου Αὐτοκράτορος Καίσαρος
Δομιτιανοῦ Σεβαστοῦ μηνὸς
Νέου Σεβαστοῦ ὀκτωκαιδεκάτηι, διὰ[…]νος ἀγορανόμου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.