no image
DDbDP-text
Lease of House - property via HGV-meta
Lease of a house in the Cavalry Camp quarter at Oxyrhynchus. A lease by which Aurelius Heraklas of Oxyrhynchus rents out his house, with forecourt, yard and well, in the Cavalry Camp quarter for six years at 1000 silver drachmas a year. The tenant must pay in two half-yearly instalments and return the house clean with its doors and keys; the lease was drawn up at Oxyrhynchus on 7 March 280. machine translation
Linked by Trismegistos ID
TM 21975.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Αὐρήλιος
Ἡρακλᾶς Ζωίλου μητρὸς
Θερμουθίου ἀπὸ τῆς λαμπρᾶς
καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν
πόλεως Αὐρηλίᾳ Χαιρήμονι
Ἡρακλάμμωνος τοῦ καὶ Ἀγαθοῦ
Δαίμονος ἀρχιερατεύσαντος τῆς
Μικρᾶς Ὀάσεως ἐπὶ χρόνον ἔτη
ἓξ ἀπὸ τοῦ ὄντος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ε ἔτους τὴν
ὑπάρχουσαν αὐτῷ ἐπʼ ἀμφόδου
Ἱππέων Παρεμβολῆς οἰκίαν
καὶ αἴθριον καὶ αὐλὴν ἐν ᾗ
φρέαρ καὶ τὰ ταύτης χρηστήρια
πάντα ἐνοικίου κατʼ ἔτος ἀργυρίου δραχμῶν χιλίων .
βεβαιουμένης δὲ τῆς μισθώσεως χράσθω ὁ μεμισθωμένος τοῖς μισθουμένοις πᾶσι
ἐπὶ τὸν χρόνον ἀκωλύτως,
καὶ ἀποδότω τὸ κατʼ ἔτος ἐνοίκιον ἐν δόσεσι δυσὶ διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ἐπὶ τέλει τοῦ
χρόνου παραδότω τὴν οἰκίαν καθαρὰν ἀπὸ κοπρίων
καὶ δείσης πάσης καὶ ἃς ἐὰν
παραλάβῃ θύρας καὶ κλεῖδας
ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῶ τὴν ἀξίαν τιμήν, τῆς
πράξεως οὔσης παρά τε τοῦ μεμισθωμένου ὡς καθήκει.
κυρία ἡ μίσθωσις, περὶ ἧς ἐπερωτηθεὶς ὁ μεμισθωμένος
ὡμολόγησεν. ἔτους ε
Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Πρόβου Γοθικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Φαμενὼθ ια. Αὐρήλιος
Ἐπίμαχος ἀρχιερατεύσαντος
μεμίσθωμαι τὰ προκίμενα
καὶ ἀποδώσω τὸ ἐνοίκιν
ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.