no image
DDbDP-text
Letter concerning the Rise of the Nile via HGV-meta
Linked by Trismegistos ID
TM 37843.
Each record below describes this same artifact or text from a different angle.
τῷ εὐδοκιμωτάτῳ Κάλῳ χαρτουλαρίῳ τοῦ ἐνδόξου οἴκου. εὐαγγελίζομαι καὶ νῦν τῇ ὑμετέρᾳ εὐδοκιμήσειεὐδοκιμησιν τὸν εὐλογημένονεὐλογιμένον γόνιμον τῆς Αἰγύπτου ποταμὸν προσβεβηκέναι τῇ δυνάμει τοῦ Χριστοῦ. ἀπὸ ε τοῦ Μεσορὴ μηνὸς ἕως ζ τοῦ αὐτοῦ ἀνέβη δακτύλους ιβ, ὡς εἶναι νέου ὕδατος πήχεις β δακτύλους κ. προσ ετέθη καὶ τῷδετο͂ͅδε τῷτο ἡμίσει πήχει ἀπὸ τοῦ ἐν ἐνθέματι δάκτυλοι ιϛ, γίνονται πήχεις ε, ὄντων ἐν ἐνθέματι πηχῶν γ δακτύλων ιβ, ὁμοῦ σὺν τοῖς ἐν ἐνθέματι πήχεις η δάκτυλοι ιβ. πέρυσι δὲ ταῖς αὐταῖς ἡμέραις ἀνέβη δάκτυλοι λϛ, ὡς εἶναι νέου ὕδατος πήχεις ε δάκτυλοι ζ, ὄντων ἐν ἐνθέματι πηχῶν ε δακτύλων ι, ὁμοῦ σὺν τοῖς ἐν ἐνθέματι πήχεις ι δάκτυλοι ιζ. καὶ ἵνʼ εἰδέναιδέναι ἔχοιἔχυ, ἐν τῇ ὑμετέρᾳ εὐδοκιμήσειεὐδοκιμησιν ἀναφέρω τὰ πάντα. ἐρρῶσθαι ἐν κυρίῳ. οὕτως τὸ καθʼ ἡμέραν· ε ἀνέβη δακτύλους δ, ϛ ἀνέβη δακτύλους δ, ζ ἀνέβη δακτύλους δ, ὁμοῦ δακτύλους ιβ. εε τῷ εὐδοκιμωτάτῳ Κάλῳ χαρτουλαρίῳ τοῦ ἐνδόξου οἴκου πιττάκιον τῶν πραγματευτῶν Τακόνα ἕνεκα του ὕδατος α ἰνδικτίονος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.