no image
DDbDP-text
Loan of Money on Security via HGV-meta
Loan of three gold solidi on security of land by a priest. A loan contract in which Hareotes, a priest from the estate of Apel, acknowledges borrowing 3 gold solidi from Epimachos, overseer of the divine house, at Oxyrhynchus in AD 581. He promises repayment in three annual instalments each Hathyr, pledging a half-aroura of inherited land by a water-wheel as security. machine translation
Linked by Trismegistos ID
TM 22027.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτουἡμῶν
δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου
Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου
καὶ Αὐτοκράτορος ἔτους ζ, ὑπατείας τοῦ αὐτοῦ
εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους γ, Θὼθ…ἰνδικτίονος ιε.
τῷ αἰδεσίμῳ Ἐπιμάχῳ ἐπικειμένῳ τοῦ
θείου οἴκου υἱῷ τοῦ τῆς μακαρίας μνήμης
Ἰούστου ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶνπόλεως,
Ἁρεώτης πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας
υἱὸς Φὶβ μητρὸς Ἐρεβέκκας ὁρμώμενος
ἀπὸ κτήματος Ἀπὲλ τοῦ Ὀξυρυγχίτου νομοῦ
χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς σῆς
αἰδεσιμότητος ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου
εἰς ἀναγκαίας μου χρείας χρυσοῦ νομισμάτια
τρία ἰδιωτικῷ ζυγῷ νομιτευόμενα,
γίνεται χρυσοῦ νομισμάτια γ ἰδιωτικῷ ζυγῷ, καὶ ταῦτα ὁμολογῶ
παρασχεῖν τῇ σῇ αἰδεσιμότητι ἐν τρισὶ
καταβολαῖς οὕτως, τῷ μὲν Ἁθὺρ μηνὶ
τοῦ ἐνεστῶτος ἔτους σνη σκζ τῆς παρούσης
πεντεκαιδεκάτης ἰνδικτίονος χρυσοῦ νομισμάτιον
ἕν, τῷ δὲ Ἁθὺρ μηνὶ τῆς εἰσιούσης πρώτης
ἐπινεμήσεως ἕτερον χρυσοῦ νομισμάτιον ἕν,
καὶ ἐν τῷ Ἁθὺρ μηνὶ τῆς μελλούσης δευτέρας
ἐπινεμήσεως τὸ ὑπόλοιπον ἓν νομισμάτιον,
ἀνυπολόγως, εἰ δὲ ἀγνώμονήσω περὶ τὴν
ἀπόδοσιν τῆς πρώτης ἢ δευτέρας ἢ τρίτης καταβολῆς,
ἐπὶ τῷ τὴν σὴν αἰδεσιμότητα κατασχεῖν
καὶ νέμεσθαι τὸ διαφέρον μοι ἰδιόκτητον
γονικόν μου ἡμιαρούριον τυγχάνον
ἐν μηχανῇ καλουμένῃ κυλλῆς διω…σι
ἐν τῷ αὐτῷ μου κτήματι ἐκ βορρᾶ τοῦ λάκκου
μετὰ τῆς ἀναλογίας τοῦ αὐτοῦ λάκκου
καὶ παντὸς δικαίου καὶ ἐξ αὐτοῦ τὸ ἱκανὸν
τοῦ αὐτοῦ χρέους περιποιῆσαι κινδύνῳ
τῶν ἐμοὶ ὑπαρχόντων ὑποκειμένων
εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Ἁρεώτης πρεσβύτερος υἱὸς
Φὶβ ὁ προγεγραμμένος πεποίημαι
τοῦτο τὸ γραμμάτιον τῶν τριῶν
νομισμάτων κατὰ τὴν ἀνωτέραν
διήγησιν, καὶ συμφωνεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Δ……[…]
ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος.
☧ di emu […]
[v]
† γραμμάτιον Ἁρεώτου πρεσβυτέρου υἱοῦ Φὶβ ἀπὸ κτήματος Ἀπὲλ χρυσοῦ νομισματίων γ ἰδιωτικῷζυγῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.