no image
DDbDP-text
Loan of Money via HGV-meta
Loan of two gold solidi from the tribune Flavius Apphous. A loan contract in which Aurelius Theon, a pastry-cook (?) of Oxyrhynchus, acknowledges borrowing 2 gold solidi from the tribune Flavius Apphous, to be repaid with interest in two instalments. It was written at Oxyrhynchus on Choiak 2 of the 4th indiction (29 November 495), with a lector writing for the illiterate borrower. machine translation
Linked by Trismegistos ID
TM 22026.
Each record below describes this same artifact or text from a different angle.
[r]
τοῖς μετὰ τὴν ὑπατείαν Φλαουίου Εὐσεβίου τοῦ λαμπροτάτου τὸ β Χοίακ β ἰνδικτίονος δ, ἐν Ὀξυρύγχων.
Φλαουίῳ Ἀπφοῦ τῷ λαμπροτάτῳ τριβούνῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Εὐλογίου
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Θέων υἱὸς Ἰωάννου
μητρὸς Ἡρακλείας παστιλλᾶς ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ διὰ ταύτης
μου τῆς ἐγγράφου ἀσφαλείας ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς
ἐξ οἴκου σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτια ἁπλᾶ
δεσποτικὰ δόκιμα ἀριθμῷ δύο, γίνεται χρυσοῦ νομισμάτια β, ἐπὶ τῷ με χορηγεῖν καὶ
διδόναι τῇ σῇ εὐγενείᾳ ὑπὲρ διαφόρου τούτων ἄχρι τῆς ἑξῆς δηλουμένης
προθεσμίας τὸν ὑπὲρ αὐτῶν νόμιμον ἑκατοστιαῖον τόκον ἀκοιλάντως,
ὅπερ διάφορον καὶ αὐτὸ τὸ κεφάλαιον ἐπάναγκες ἀποδώσω τῇ σῇ ἀρετῇ
ἕνα μὲν χρύσινον ἐν τῷ Τῦβι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ροβ ρμα τῆς
παρούσης τετάρτης ἰνδικτίονος μετὰ τοῦ διαφόρου, τὸν δὲ ἄλλον ἐν τῷ
Ἁθὺρ μηνὶ τοῦ εἰσιόντος ἔτους ρογ ρμβ τῆς σὺν θεῷ πέμπτης ἰνδικτίονος μετὰ τοῦ διαφόρου ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ δίκης
καὶ κρίσεως, καὶ μὴ ἐξεῖναι ἑκάστης προθεσμίας ἐνστάσης
ὑπερθέσαι περὶ τὴν ἀπόδοσιν οὔτε ἑτέραν ἀπαιτήσασθαι περιφορὰν
οὔτε λέγειν δεδωκέναι ἐκ τοῦ αὐτοῦ χρέους χωρὶς ἐγγράφων
ἐνταγίων καὶ συναποχῆς ἢ πρὸ ἀνακομιδῆς τούτου μου τοῦ
γραμματίου, ἀλλʼ ἔσται σοι ἡ εἴσπραξις παρά τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μου πάντων. κύριον τὸ γραμμάτιον
ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θέων υἱὸς Ἰωάννου παστιλλᾶς ὁ προγεγραμμένος ἔσχον τὰ τοῦ χρυσοῦ νομισμάτια δύο κεφαλαίου καὶ ἀποδώσω ἐν ταῖς προθεσμίαις μετὰ τοῦ διαφόρου, καὶ συμφωνεῖ μοι πάντα τὰ ἐγγεγραμμένα
ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Ἀπφουᾶς ἀναγνώστης
υἱὸς Φιλοξένου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
☧ di emu Thot egrafe Χοίακ ii ἰνδκτίονος iiii …
[v]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.