no image
DDbDP-text
Loan of Money via HGV-meta
Loan of gold solidi from Flavius Didymos to the notary Aurelius Theodoros. A loan contract from Oxyrhynchus dated 15 January 498, in which the notary Aurelius Theodoros acknowledges borrowing 6 gold solidi less 6 carats from Flavius Didymos, a praefectianus, to be repaid in Pachon. Late repayment incurs 1 per cent monthly interest, and all his property is pledged as security. machine translation
Linked by Trismegistos ID
TM 22186.
Each record below describes this same artifact or text from a different angle.
[r]
† μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου
Αὐγούστου τὸ β Τῦβι κ ἰνδικτίονος ϛ ἐν Ὀξυρύγχων πόλει.
Φλαουίῳ Διδύμῳ τῷ αἰδεσίμῳ ἐπαρχικῷ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης
Τιμοθέου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος
Θεόδωρος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Μεγάλου τοῦ καὶ Διδύμου νομικάριος ἀπὸ τῆς
αὐτῆς πόλεως ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν χαίρειν. ὁμολογῶ ἐσχηκέναι
παρὰ τῆς σῆς αἰδεσιμότητος ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου αὐτῆς εἰς ἰδίαν
μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ δόκιμα
ἀριθμῷ ἓξ ἰδιωτικῷ ζυγῷ τῆς Ὀξυρυγχιτῶν παρὰ κεράτια ἕξ, γίνεται χρυσοῦ νομισμάτια ϛ παρὰ κεράτια ϛ,
ἅπερ ἐκτὸς τυγχάνοντα παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω
τῇ σῇ θαυμασιότητι ἐν τῷ Παχὼν μηνὶ τοῦ ἐνεστῶτος ἔτους ροδ ρμγ τῆς
παρούσης ἕκτης ἰνδικτίονος ἀνυπερθέτως. εἰ δὲ τῆς προειρημένης
προθεσμίας ἐνισταμένης … ἀγνωμοσύνην ποιήσομαι τοῦ
εἰρημένου χρέους βουληθείης ἄλλην δοῦναί μοι ἡμετέρᾳ αἰτήσει, ὁμολογῶ
τοῦ διατρέχοντος χρόνου μετὰ τὴν προθεσμίαν χορηγεῖν νόμιμον ἑκατοστιαῖον
τόκον ἄχρι ἀποδόσεως τελείας τοῦ αὐτοῦ ὀφειλήματος ἀποδιδομένου σοι παρʼ ἐμοῦ
μετὰ τὴν προθεσμίαν εἰ οὕτω τυχοίην …ου ἢ τῆς εἰσπράξεως γιγνομένης σοι παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων ὑποκειμένων
τῇ ἐκτίσει τοῦδε τοῦ χρέους ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ γραμμάτιον ἁπλοῦν
γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θεόδωρος υἱὸς Μεγάλου ὁ προγεγραμμένος νομικάριος ἔσχον ἐν κεφαλαίῳ χρυσοῦ νομισμάτια ἓξ παρὰ κεράτια ἓξ καὶ ἀποδώσω τῇ προθεσμίᾳ
καὶ συνφωνεῖ μοι πάντα τὰ ἐνγεγραμμένα ὡς πρόκειται καὶ ἰδίᾳ χειρὶ ὑπογράψας ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Φιλόξενος ἐκ μητρὸς Ἡραείδος μαρτυρῶ τῷ γραμματίῳ ὡς πρόκειται.
☧ di emu Sarapammonos egrafe
[v]
† γραμμάτιον Θεοδώρου νομικαρίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν χρυσοῦ νομισμάτια ϛ παρὰ κεράτια ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.