no image
DDbDP-text
Loan of Money via HGV-meta
Loan of money from a councillor to a priest of Zeus and Hera. A loan contract in which Aurelius Apphous, a priest of Zeus and Hera at Oxyrhynchus, acknowledges receiving 2 talents 4000 drachmas from the town councillor Aurelius Aphthonios, to be repaid by 2 Pachon with interest due if late. It was written in duplicate at Oxyrhynchus on 29 March 322; the first copy survives only in part. machine translation
Linked by Trismegistos ID
TM 21626.
Each record below describes this same artifact or text from a different angle.
[1]
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου
Καίσαρος τὸ β, τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ β,
Φαρμοῦθι γ.
Αὐρήλιος Ἀπφοῦς Θέωνος μητρὸς Θερμουθίης
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως,
ἱερεὺς Διὸς καὶ Ἥρας καὶ κωμαστὴς θείων
προτομῶν καὶ Νίκης αὐτῶν Αὐρηλίῳ
Ἀπφθονίῳ υἱῷ Στρατονίκου ἄρξαντος βουλευτοῦ τῆς
[… ? lines lost …]
[2]
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικινίου
Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου
Καίσαρος τὸ β, τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ β, Φαρμοῦθι γ.
Αὐρήλιος Ἀπφοῦς Θέωνος μητρὸς Θερμουθίης
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἱερεὺς
Διὸς καὶ Ἥρας καὶ κωμαστὴς θείων προτομῶν
καὶ Νίκης αὐτῶν Αὐρηλίῳ Ἀφθονίῳ υἱῷ Στρατονίκου
ἄρξαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ
ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου
ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δύο
καὶ δραχμὰς τετρακισχιλίας, γίνονται τάλαντα β δραχμαὶ Δ, ἅπερ ἐπάναγκες ἀποδώσω σοι μέχρις δευτέρας Παχὼν
τοῦ ἐνεστῶτος ἔτους ιϛ ιδ ϛ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσειν σοι τοῦ
ὑπερπεσόντος χρόνου τόκον τὸν σταθέντα πρὸς
ἀλλήλους ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον
δισσὸν γραφὲν πανταχῆ ἐπιφερόμενον
καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφερόντι καὶ ἐπερωτηθεις ὡμολόγησα.
Αὐρήλιος Ἀπφοῦς ἔσχον ἐν χρήσει τὰ
τοῦ ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς τετρακισχιλίας καὶ ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ζωΐλος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ
εἰδότος γράμματα.
διʼ ἐμοῦ Σώτα ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.