no image
DDbDP-text
Loan of Money via HGV-meta
Loan of 1 talent 1,500 drachmas at interest. A loan agreement from Oxyrhynchus in which Agathos Daimon, an Alexandrian citizen, acknowledges receiving 7,500 silver drachmas from Pausanias son of Sarapion at interest of 3 obols per mina monthly, to be repaid by the end of Phaophi in Hadrian's 15th year. The end of the document is lost. machine translation
Linked by Trismegistos ID
TM 16565.
Each record below describes this same artifact or text from a different angle.
Ἀγαθὸς Δαίμων Διογένους τοῦ Θέωνος Σωσικόσμιος ὁ καὶ
Ἀλθαιεὺς Παυσανίᾳ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς
Ἀπολλωνοῦτος ἀπʼ Ὀξυρύνχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστοῦ
νομίσματος δραχμὰς ἑπτακισχιλίας πεντακοσίας
αἵ εἰσιν ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι πεντακόσιαι γίνονται τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι πεντακόσιαι
κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου τριωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ
εἰσιόντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου
ἔτους Ἁδριανοῦ καίσαρος τοῦ κυρίου, ἃς καὶ ἀποδώσω σοι
χωρὶς πάσης ὑπερθέσεως ἕως Φαῶφι τριακάδος τοῦ
πέμπτου καὶ δεκάτου ἔτους τοῦ εἰσιόντος Ἁδριανοῦ καίσαρος
τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐκτείσω σοι
τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.