no image
DDbDP-text
Darlehensvertrag via HGV-meta
Loan of 1,000 drachmas at interest from a councillor of Oxyrhynchus. A handwritten loan agreement from Oxyrhynchus in which Aurelius Herakleides acknowledges borrowing 1,000 silver drachmas from Aurelius […]meios, an exegetes and town councillor, at 1 per cent monthly interest, to be repaid by the end of Pachon of the following year. It is dated 26 May AD 223, in the reign of Severus Alexander. machine translation
Linked by Trismegistos ID
TM 16920.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἡρακλείδης Ἀχιλλέως τοῦ καὶ[…]
μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως[…]Αὐρηλίῳ ου…[…]μειου ἐξηγητ[…][…]
πομπαγωγοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν.
ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐν χρήσει ἀργυρίου
Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας κεφαλαίου, αἷς
οὐδὲν προσῆκται, τόκου δραχμιαίου ἑκάστης μνᾶς
τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Παῦνι
τοῦ ἐνεστῶτος β ἔτους· ἀποδώσω δέ σοι τὸ κεφάλαιον
καὶ τοὺς συναχθησομένους τόκους ἕως τριακάδος Παχὼν τοῦ εἰσιόντος γ ἔτους χωρὶς πάσης ὑπερθέσεως· εἰ δὲ μή, ἐκτείσω σοὶ μεθʼ ἡμιολίας τὸν
τόκον τοῦ ὑπερπεσόντος χρόνου δραχμιαῖον, γεινομένης σοὶ τῆς πράξεως παρά
τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων.
κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γίνεσθαι
ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους δευτέρου
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ,
Παῦνι α. Αὐρήλιος Ἡρακλείδης Ἀχιλλέως
ἔσχον παρὰ τοῦ Αὐρηλίου ἀργυρίου δραχμὰς
χιλίας κεφαλαίου, τόκου δραχμιαίου, καὶ ἀποδώσω τὸ δάνειον …… προθεσμίας ὡρισμένης
καὶ ἐπερωτηθεὶς ὡμολόγησα καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.