no image
DDbDP-text
Loan of 64 silver drachmas at interest from Theognostos to Kopreas. A loan agreement in which Aurelius Kopreas of Hermopolis acknowledges receiving 64 silver drachmas at interest from Aurelius Theognostos, also called Moros, promising repayment in Mecheir of the same year. It was written on 1 November 225, with a subscription written by another man because Kopreas was illiterate. machine translation
Linked by Trismegistos ID
TM 22723.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Κοπρέας Εὐδαίμονος μητρὸς Δημητρίας Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ
ΠόλεωςἈπηλιώτου ὡς ἐτῶν μγ οὐλὴ παρὰ γόνυ
δεξιὸνκαὶ ὀφρύι δεξιῷ ὀφθαλμοῦ Αὐρηλίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ Ἑρμαίου
ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου
χρῆσιν ἔντοκον δραχμιαῖον κεφαλαίου κε[…]ου ἀργυρίου δραχμὰς ἑξήκοντα τέσσαρας γίνονται ἀργυρίου δραχμαὶ ξδ ἃς καὶ ἀποδώσω
σοι τῷ Μεχεὶρ μηνὶ τοῦ ἐνεστῶτος
ε ἔτους Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου
Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως
γεινομένης σοι τῆς πράξεως ἔκ τε
ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. ἔτους ε Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἁθὺρ ε. Α[…]ρα… Ἀπολ
ἔγραψα τὸ σῶμα. Αὐρήλιος Κοπρέας Εὐδαίμονος
ἔσχον καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος …
μων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.