no image
DDbDP-text
Acknowledgement of an interest-bearing loan from the pankratiast Aurelius Phoibammon. A loan acknowledgement in which Aurelius Kornelios of Hermopolis confirms receiving 152 silver drachmas at interest from the champion pankratiast Aurelius Phoibammon, promising repayment within the same month. It was written at Hermopolis in AD 281 under the emperor Probus. machine translation
Linked by Trismegistos ID
TM 22857.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Κορνήλιος Εὐδαίμονος
Ἑρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς Αὐρηλίῳ Φοιβάμμωνι Ποσιδωνίου παγκρατιαστῇ
περιοδονίκῃ Ῥωμαίῳ χρυσοστεφεῖ
παραδόξῳ καὶ ὡς χρηματίζω χαίρειν· ὁμολογῶ
ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου
χρῆσιν ἔντοκον κεφαλαίου τόκων
δραχμιαίων ἀργυρίου παλαιοῦ Πτολεμαικοῦ
νομίσματος δραχμὰς ἑκατὸν πεντήκοντα δύο γίνονται ἀργυρίου δραχμαὶ ρνβ ἃς καὶ
ἀποδώσω σοι τῷ ὄντι μηνὶ Φαῶφι
τοῦ ἐνεστῶτος ζ ἔτους ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων καθάπερ
ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους ζ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Πρόβου Γερμανικοῦ
μεγίστου Γοθεικοῦ μεγίστου Παρθικοῦ
μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Φαῶφι β. Αὐρήλιος Κορνήλιος
Εὐδαίμονος ἔσχον καὶ ἀποδώσω
τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν
πεντήκοντα δύο ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.