no image
DDbDP-text
Petition of Dionysia to the Praefect via HGV-meta
Linked by Trismegistos ID
TM 20506.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[2]
[… ? lines lost …]
[3]
[… ? lines lost …]
[4]
[… ? lines lost …]
[…]…[…]
[…]…α[…]
[…]ρας λε[…]…το χρω[…]…[…]
[…]ἑκάστην πρότερον τ[…]… ἥμισυ ην μοι πρα[…]
[…]…[…]ουσι ανθ[…]ωκα…[…]…α καὶ λοιπὰ τῆς τιμῆς ὅσα αὐτη[…]…[…]ιση
[…]… ὁμολόγημα διὰ δημοσίου γεγονέναι τῷ κβ ἔτει μεταξὺ ἡμῶν μήτε τὸν πατέρα
……μ[…]θεν ἐν καταχρηματισμῷ οἰκονομεῖν ἐμὲ δωροδοκουν τὰ λοιπὰ τῆς τιμῆς
ὀφειλόμενα […]δούλους καὶ ἀπελευθέρους χορηγίας ἐκλεγομένην […] τοῦ κγ ἔτους τὰς προσόδους τούτων
…[…]ν ὑπαρχόντων[…]ων ἄλλων αν… τῶν αὐτῷ ὑπαρχόντων πράσεως ἀποδοθῆναι ὑπὸ τοῦ πατρὸς
ἃ ἐδανείσατο συνγραψα[…]ου πάππου μου …, καὶ τούτου τοῦ ὁμολογήματος αὐτῷ διὰ τοῦ ἐπισκόπου παρατεθέντος αὐτὸν μηδʼ ὣς ἐμμεμενηκέναι τοῖς ἐνγεγραμμένοις ἀλλὰ μηδʼ ἐπιτετροφέναι μοι ἐπὶ τὴν πρόνοιαν
τῶν ὑπαρχόντων[…] κατὰ τὰ συνκείμενα ἵνα τῷ Ἀσκληπιάδῃ ἀποδιδόναι δυνηθείην. πάλιν δέ μοι
[…]…[…]…ινοι δ…ι…[…]…[…]ον ὁμολόγημα πρὸς αὐτὸν
ποιήσασθαι ἐπὶ τοῦ κγ ἔτους πάλιν διὰ δημοσίου ἐπὶ τῷ
π[…] ἀναδεξαμεν[…]ου… αὐτοῦ πατέρα …[…] ἀποδοῦναι τάλαντον α ἕως ἂν ζ πλήρης ἐκτείσῃ
η… μὴ ἀποδιδ……… ὁμολογοῦντα …σ[…]ων πρὸς τ…δ……… αὐτῆς τη[…]…α[…]ς
…[…]υ…κεν…[…]… τούτων … δανείων π[…]…[…]των σ…ε… τοῖς τῶν ἐγκτήσεων βιβλιοφύλαξι …[…]…[…]… ἀλλὰ μήτε …[…]…[…]… τῷ Ἀσκληπιάδῃ ἀποδεδωκέναι μήτʼ οὐσιακὰ
θέματα […]……[…]ο ἀργύριον τοῦ ὀφλήματος … ἀποδόντος αὐτοῦ κατὰ τὰ διὰ δημοσίου ……
…μενα[…]…μ……α……τι…ειορων …[…]…θε…[…]…ωνα …[…]…η…οιτο κατὰ τὴν προθεσμίαν
τὰ ἀργύρια μὴ ἀπεσχηκέναι …ν[…]νόμιμα …[…]…α…[…] τῶν κατεχομένων μοι ὑπαρχόντων. ὁ δὲ καὶ παρʼ ὀλίγον γεγενῆσθαι τοῦ γὰρ Ἀσκληπιάδου τῷ κδ ἔτει ἀπαιτοῦντος καὶ μὴ ἀπολαμβάνοντος τὸ ὄφλημα ἀναγκάσθαι
με παρὰ τοῦ πατρὸς τὸ προ…σομ…[…]…απου… ἐπισταμένου ὅτι οὐ περιόψομαι ἀποσπώμενα τὰ κατεχόμενά μοι ἐντίθεσθαι ε…στιαοπ…… αὐτὰ ταῦτα τὰ ὑπολειπόμενα μόνα ἐμοῦ μὲν τῷ δικαίῳ χρ…α τῷ δὲ
πατρὶ ε…ο[…]πανκα[…]α α…… πάντα ὀφειλόμενα λοιπὰ τιμῆς αὐτῶν μόνα καὶ …κη…ου…αλα προς…
ὅλα τάλαντα ὀκτὼ μετὰ τῶν τόκων[…]……νων ὑπὲρ τῆς οὐσίας ἀπόδοσιν τὰ ἄλλα αὐτὸς ἔχῃ εἰς ὃ βούλεται. καὶ πάλιν
τετελο…[…]… ὁμολογήματα γεγενῆσθαί μοι πρὸς αὐτὸν τῷ κδ ἔτει διὰ δημοσίου συνχρηματισμοῦ αὐτῷ δανείσας
…τα τάλαντα …[…]… ἐξ αὐτῶν ἀποδοῦναι μὲν τῷ Ἀσκληπιάδῃ τὰ ὀφειλόμενα καὶ τοὺς τόκους ἔχειν δὲ τὰ λοιπὰ εἰς
ὅ τι ἐὰν τ[…]…………ρ ἐμοῦ τῇ προσόδῳ τῶν ὑπαρχόντων παρα…αι δημόσια καὶ δαπάνας
ἕως εμμε…[…]ου και………[…]… δανειστῶν τόκοι, ἀπὸ δὲ τῶν ἀπὸ τοῦ κε ἔτους ἐτήσια ε…ειων καὶ κεφάλαιον τάλαντα ζ
τῆς δὲ μητρῴας οὐσίας ……[…]… αὐτὸν διάγειν ἀποδιδόντα μοι μόνας τὰς ………… παρʼ ἑαυτῶν
ὅλως τάλαντα … γενομέναις αὐτὸν μὲν κυριεύειν πάλιν τῶν προσόδων πασῶν ἐφʼ ὅσον ζῇ χρόνον μόνας ἀποδιδόντα μοι
ται…οντως ἐμὲ δὲ ὑπείληφεν …τι[…]… τὰ περὶ τῆς κατοχῆς δίκαια τὸν διοριζωμονον…τα καὶ πρὸς αὐτὴν τὴν ὁμολογίαν
ἐπισταμένου ὅτι περὶ μιᾶς […]… προσόδων ἑκάστου ἔτους καθέξω ἕως ἂν ἡ ἀπόδοσις ἐξ ἀνάγκης τῶν ὡρισμένων γένηται χρημάτων δ[…]το τετολμηκέναι αὐτῷ γράψαι τὴν ἐπιστολὴν πάντα τὰ ἐν τῷ πράγματι ἐψευσμένον
παραλαβεῖν[…] ταῦτα διὰ τοῦ βιβλιδίου ἀνενεγκούσης μου τῷ Ῥούφῳ καὶ ὑποταξάσης τό τε τελευταῖον κοινὸν ὁμολόγημα πρὸς τὸν πατέρα, ᾧ διὰ δημοσίου γενομένην ἀναφορὰν ἔχω, καὶ εἰς τὰ πρῶτα καὶ Σιμίλιδος τοῦ ἡγεμονεύσαντος καλλίστοις παραδείγμασι ἐπιστολὴν κατακολουθήσαντος Μεττίου Ῥούφου διατάγματι περὶ τοῦ τὰς τοιαύτας συνγραφὰς μὴ μόνον δεῖν εἶναι κυρίας ἀλλὰ καὶ παρατίθεσθαι διὰ τοῦ βιβλιοφυλακίου ἢ ὑπὸ τῶν γυναικῶν ταῖς τῶν
ἀνδρῶν ὑποστάσεσιν ἢ ὑπὸ τῶν τέκνων ταῖς τῶν γονέων οἷς ἡ μὲν χρῆσις διὰ δημοσίων τετήρηται
[4/5]
χρηματισμῶν
[5]
[… ? lines lost …]
[…]…οα[…]
ορι[…]αουτω[…]…[…]…[…]…[…]…[…]ιμα[…]κα… […]ρος…
[…]α[…]η[…]…… τάλαντ ζ […]…[…]…[…]ακα […]…ε…[…]μεν τὰ ἀποδοθησόμενα
ἐτήσια τω[…]αιτ[…]η…[…]ξ τόκων οὐκ ὀλίγων ὄντων[…]αζω…[…]τ[…]…ε ἑαυτοῦ τοῦ γένους ἀποδιδοὺς καὶ ἐμοὶ
τὰς ……[…]…[…]κ……[…]Ῥοῦφος ἐντυχὼν καὶ τάχα ἀπιστεύσας εἰ μετὰ τοσοῦτο πλῆθος τῶν ἡμετέρων δικαίων καὶ τοσαῦτα διὰ δημοσίου γράμματα γενόμενα ἐθάρρησεν ἂν τις ἐπιστολὴν ἐπὶ παραλογισμῷ γράφειν τῇ ἡγεμονίᾳ, ὑπέγραψεν
τω…ω…αυτων γεν…α…[…]… τῷ βιβλιδίῳ τῷ στρατηγῷ, παραθοῦ ὃς ἐξετάσας ἐάν τι τῆς ἐμῆς διαγνώσεως καταλάβῃς ἄξιον ἐπʼ ἐμὲ ἀνάπεμψον, οὐδὲν ἕτερον οἶμαι ἢ δηλῶν ὅτι εἰ τὰ ἀληθῆ φανείη μηδὲ κρίσεως δεῖσθαι τὸ πρᾶγμα. ταύτης δὲ ὑπογραφῆς τυχοῦσα ἐπήνεγκα τὸ βιβλίδιον ἐπὶ τοῦ κϛ ἔτους Θὼθ ἐπὶ παρόντι τῷ πατρὶ μου Χαιρήμονι, ἠξίωσά τε τὸν
στρατηγὸν ἐπιστολὴν γράψαι τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι ὃ προσφωνήσωσιν αὐτῷ πάντα τὰ παρακείμενα τῶν
τοῦ πατρὸς …[…]…ματ…… τῶν γενομένων μεταξὺ ἡμῶν κατὰ χρόνους κοινῶν ὁμολογημάτων καὶ παραθέσεων
μη[…]……………ας τὸ μηδὲν ἐμπόδιον εἶναι τῇ γινομένῃ τοῦ πράγματος ὑπʼ αὐτοῦ ἐξετάσει κατὰ τὰ δόξαντα
τῇ […]…να…ο…… ὁ δὲ παρὼν ἀναγνωσθέντος τοῦ βιβλιδίου πρὸ βήματος ἐσιώπησεν, οὐδὲν ἀντειπεῖν δυνάμενος …… πρὸς ἀληθῆ ὄντα τὰ τῷ βιβλιδίῳ ἐνγεγραμμένα. ὁ δὲ στρατηγὸς ἀκολούθως χρώμενος τῇ τοῦ
ἡγεμόνος ἐνκελεύσει ἀκριβεστέραν οὐκ ἀλλαχόθεν ἡγήσατο τὴν ἐξέτασιν ἔσεσθαι ἢ ἐκ τῆς τῶν βιβλιοφυλάκων
προσφωνήσεως ……… ἐκ τῆς ἐξετάσεως τῶν προσφωνηθέντων τὸ πρᾶγμα φανήσεται ἀναπομπῆς ἄξιον
καὶ προς…… τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι τάδε. ἴσον βιβλιδίου ἐπιδοθέντος μοι ὑπὸ Διονυσίας οὗ παρείλημπται
ἀντίγραφον ………[…]…ω τῷ λαμπροτάτῳ ἡγεμόνι μεθʼ ἧς ἔσχεν ὑπογραφῆς ἐπισταλέντα ὑμῖν διὰ
δημοσίου …………[…] τὰ παρακείμενα καὶ ἀνήκοντα τῷ πράγματι δηλώσητέ μοι. Θὼθ[…]α. ταῦτα
π[…]……… οἱ βιβλιοφύλακες πάντα προσεφώνησαν διὰ μακρῶν μηδὲν παραλιπόντες […] τῶν ἡμετέρων ………… τοῦ Χαιρήμονος ἀλλὰ μηδὲ τῶν παρακειμένων αὐτῷ δανείων. ὁ δὲ στρατηγὸς ἐντυχὼν
καὶ ὁρῶν ……… μηδὲν ἐψευσμένην διὰ τοῦ βιβλιδίου ἀλλὰ καὶ μᾶλλόν τινα παραλιποῦσαν τῶν ἡμετέρων δικαίων
εἰς τ[…]……… προς……… γράψαντες καὶ ἀπογραφὴν γενομένην ὑπὸ τοῦ πατρὸς ἐπὶ τοῦ β[…]ἔτους διʼ ἧς πάντα
τὰ α[…]……………στ……ατα ἃ αὐτὸς εἰσήνεγκεν εἰς τὸ βιβλιοφυλάκιον περὶ τούτου ὑπομνήματα αδ…
διὰ τὸ …[…]……………νειν, τὸν δὲ πατέρα μηδὲν ἕτερον ἢ πρὸς ἑαυτὸν λέγειν καὶ τὰ ἑαυτοῦ γράμματα παν
……………μενων, ἡγησάμενός τε μήτε δίκης δεῖσθαι τὸ πρᾶγμα τοσούτων χρηματισμῶν περὶ τῶν
νο………… ὑπὸ τῶν βιβλιοφυλάκων ἐπενηγμένων, σοὶ τῷ κυρίῳ ἔγραψεν ἐπιστολὴν ἐπὶ τοῦ κϛ ἔτους Τῦβι
… πρ……αμμάτων κυρ…[…]…μ……
κατα…[…]………………αν, οὐδὲν δὲ ἧττον συμπέμψας τῇ ἐπιστολῇ καὶ ἀντίγραφα τῶν προσφωνήσεων ……………τε πάλιν ἐπὶ σὲ τὸν κύριον κατέφυγον, καὶ ἐνέτυχον διὰ βιβλιδίου […]… τῷ κϛ ἔτει
…α…………ν ἐξέτασιν ἤδη τοῦ πράγματος γεγενῆσθαι ὑπὸ τοῦ στρατηγοῦ καθὼς σὺ ἠθέλησας τῇ γενομένῃ ἐξετάσει γνοῦσά σε τῆς ἐπιστολῆς τῆς γραφείσης σοι ὑπὸ τῆς στρατηγίας ἀντίγραφον ……[…]……
………ν γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ βέβαιά μοι μένειν τὰ ἐκ τῆς μητρῴας μ……[…]……
……… διὰ χρηματισμῶν δηλούμενα δίκαια, καὶ μηδὲν νεωτερίζεσθαι κατὰ τῶν τα…[…]ματωβ…
……… καθὰ καὶ πάντες οἱ ἡγεμόνες ἐκέλευσαν. καὶ σὺ ὁ κύριος ἐντυχὼν καὶ αν………[…]δ…κος
[…]……φ…[…]…… τῆς ἐπιστολῆς τοῦ στρατηγοῦ καὶ τῆς τῶν βιβλιοφυλάκων προσφωνήσεως καὶ […]… γενομε
ν[…]……[…]……ξενων δεόμενον τῇ συνήθει σου δικαιοδοσίᾳ χρώμενος ὑπέγραψάς μοι τῷ βιβλιδίῳ
οὕτως· οἷςἔχεις δικαίοις χρῆσθαι δύνασαι ὁ δὲ στρατηγὸς τῆς λοιπῆς ἀξιώσεως σοῦ τὴν …πο…[…]πρόνοιαν
[…]………… προμαντευσάμενος ὅτι καὶ τῆς ἀπὸ τοῦ στρατηγοῦ βοηθείας δεόμεθα …με…[…]ανην
[…]………ο τῶν δικαίων τυχεῖν καὶ μὴ ἀγνωμονεῖσθαι ὑπὸ τοῦ πατρός. ἐξ ὧν γὰρ ἐτόλμησεν […]…τα ταῦτα
[…]αξ…… διὰ τῆς αἱρέσεως τὸν ἄνδρα. ἐμοῦ γὰρ τὸ βιβλίδιον ἐπὶ τῇ σῇ ὑπογραφῇ παρενεγκούσης καὶ ἀναδούσης διὰ τοῦ ἀνδρός μου τῷ στρατηγῷ, ἀξιωσάσης τε καθὼς ἠθέλησας τῆς λοιπῆς ἀξιώσεως μὴ ἀμεληθῆναικαὶ ἐπιστεῖλαι τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι βέβαιά μοι τὰ δίκαια τὰ ὑπόντα μένειν καθὰ προσεφώνησαν
[6]
[… ? lines lost …]
[…]μως νο[…]τω …[…]ως κομ[…]μ[…]εται ὑμῖν λα[…]…στοσιν εἰδότα καὶ τῆς λοιπῆς ἀξιώσεως πάσης καθὰ ἠθέλησεν ὁ λαμπρότατος ἡγεμὼν πρόνοιαν
[…]…[…]… μηδὲν νεωτερίζεσθαι[…]τὸν πατέρα μετὰ τὰ τοσαῦτα γράμματα τὴν ἡσυχίαν ἄγειν καὶ μὴτε τῷ κυρίῳ ἐνοχλεῖν μὴτε ἐμοὶ ἔτι ἀπειλεῖν. ὁ δὲ πάλιν ἐπιθέμενός μοι οὐκ ἔληξεν, ἀλλʼ ἐπιστάμενος ὅτι περὶ
τῆς κατοχῆς οὐκέτι οἷόν τέ ἐστιν αὐτῷ ἐνκαλεῖν μετὰ τὰς τοσαύτας ἐξετάσεις καὶ τοσαῦτα γράμματα, ἑτέρῳ ἐπέτρεψεν τὴν
κατʼ ἐμοῦ ἐπιβουλήν, καὶ σοῦ τοῦ κυρίου πάλιν καθʼ ὁμοιότητα τῶν ἄλλων ἡγεμόνων ὑπογύως διαταξαμένου περὶ ἰδιωτικῶν ζητήσεων ἐπιστολάς σοι μὴ γράφειν, ὁ δὲ οὐ μόνον ἔγραψεν ἀλλὰ καὶ παρὼν ἠκρωτηρίασεν τὸ πρᾶγμα ὡς καὶ σὲ
τὸν κύριον πλανῆσαι δυνάμενος. σιωπήσας γὰρ καὶ τὴν τοῦ Ῥούφου ἐπιστολὴν ἐφʼ ὅτῳ ἐγράφη καὶ τὴν ἐντυχίαν τὴν
ἐμὴν καὶ τὴν τοῦ Ῥούφου ὑπογραφὴν καὶ τοῦ στρατηγοῦ τὴν ἐξέτασιν καὶ τῶν βιβλιοφυλάκων τὴν προσφώνησιν
καὶ τὴν περὶ τούτων γραφεῖσάν σοι ὑπὸ τοῦ στρατηγοῦ ἐπιστολὴν καὶ τὴν πρὸς ταύτην ἐμοῦ ἐντυχούσης δοθεῖσαν
ὑπὸ σοῦ τοῦ κυρίου ὑπογραφὴν καὶ τὰ ἐκ ταύτης τοῖς βιβλιοφύλαξι ἐπιστάλματα ψιλῶς σοι διὰ τῆς ἐπιστολῆς δεδήλωκεν
τάδε· Χαιρήμων Φανίου γυμνασιαρχήσας τῆς Ὀξυρυγχειτῶν πόλεως· τῆς θυγατρός μου Διονυσίας, ἡγεμὼν κύριε,
πολλὰ εἰς ἐμὲ ἀσεβῶς καὶ παρανόμως πραξάσης κατὰ γνώμην Ὡρίωνος Ἀπίωνος ἀνδρὸς αὐτῆς, ἀνέδωκα ἐπιστολὴν Λογγαίῳ Ῥούφῳ τῷ λαμπροτάτῳ, ἀξιῶν τότε ἃ προσήνεγκα αὐτῇ ἀνακομίσασθαι κατὰ τοὺς νόμους, οἰόμενος
ἐκ τούτου παύσεσθαι αὐτὴν τῶν εἰς ἐμὲ ὕβρεων· καὶ ἔγραψεν τῷ τοῦ νομοῦ στρατηγῷ ἔτους κε, Παχὼν κζ, ὑποτάξας τῶν ὑπʼ ἐμοῦ γραφέντων τὰ ἀντίγραφα ὅπως ἐντυχὼν οἷς παρεθέμην φροντίσῃ τὰ ἀκόλουθα πρᾶξαι. ἐπεὶ οὖν,
κύριε, ἐπιμένει τῇ αὐτῇ ἀπονοίᾳ ἐνυβρίζων μοι, ἀξιῶ τοῦ νόμου διδόντος μοι ἐξουσίαν οὗ τὸ μέρος ὑπέταξα ἵνʼ εἰδῇς
ἀπάγοντι αὐτὴν ἄκουσαν ἐκ τῆς τοῦ ἀνδρὸς οἰκίας μηδεμίαν μοι βίαν γείνεσθαι ὑφʼ οὗτινος τῶν τοῦ Ὡρίωνος ἢ αὐτοῦ τοῦ Ὡρίωνος συνεχῶς ἐπαγγελλομένου. ἀπὸ δὲ πλειόνων τῶν περὶ τούτων πραχθέντων ὀλίγα σοι ὑπέταξα ἵνʼ εἰδῇς. ἔτους κϛ, Παχών. ὁ μὲν ταὺτην τὴν ἐπιστολὴν ἔγραψεν, οὐδεμίαν μὲν οὔτε ὕβριν οὔτε ἄλλο ἀδίκημα εἰς αὐτὸν
ἀπʼ ἐμοῦ ἐφʼ ᾧ μέμφεται δεῖξαι ἔχων, ἐπὶ φθόνῳ δὲ μόνον λοιδορούμενος ὡς δεινὰ πάσχων ἀπʼ ἐμοῦ, λέγων ὅτι δὴ
ὦτα παρέχω ἄνοα αὐτῷ, καὶ τῆς ὑπολειπομένης ἐμοὶ κατοχῆς τῆς οὐσίας ἵνα μʼ αὐτὴν ἀποστερῆται, καὶ, τὸ καινότερον, βίαν
πάσχειν ὑπὸ τοῦ ἀνδρός μου προφερόμενος τοῦ καὶ μετὰ τὴν πρὸς αὐτόν μου συνγραφὴν ἐν ᾗ εἶχεν τὸ δίκαιον
καθαρόν μου προσενηνεγμένον συνχωρήσαντός μοι καὶ ἐπὶ τῆς μητρῴας οὐσίας συνευδοκῆσαι βουληθείσῃ αὐτῷ ὑποτιθεμένῳ τὴν οὐσίαν ταύτην πρὸς ὅλα τάλαντα η, ἀφʼ οὗ με ἀπαλλαττ[…] …ειδη…τασινευκε τοῦ ἀνδρός με στερῆσαι ἐπιχειρῶν,
ἐπεὶ μὴ δύναται τῆς οὐσίας, ἵνα μηδʼ ἀπʼ αὐτοῦ χορηγεῖσθαι […]…σενε[…]… δύνωμαι γυνή, ἀπὸ τοῦ πατρὸς μήτε
ἣν ὑπέσχετο προῖκα μήτε τι ἄλλο ὑπάρχον λαβοῦσα ἀλλὰ μηδὲ κατὰ καιρὸν τὰς χορηγηθείσας τροφὰς ἀπολαμβάνουσα. ὑπέταξεν
δὲ καὶ τὰς αὐτὰς κρίσεις Σιμίλιδος καὶ ὑπὸ τοῦ ἀρχιδικαστοῦ τῷ Λογγαίῳ Ῥούφῳ γραφομένας ἑτέρας ὁμοίας, μηδὲ αἰδεσθεὶς ὅτι οὐδὲ
ὁ Ῥοῦφος προσέσχεν αὐταῖς ἀνομοίαις οὔσαις εἰς παράδειγμα …[…]… ἑτέρων …αιων. ἀλλὰ σὺ ὁ κύριος τῇ θεογνώστῳ σου
μνήμῃ καὶ τῇ ἀπλανήτῳ προαιρέσει ἀνενεγκὼν τὴν γραφεῖσάν σοι ὑπὸ τοῦ στρατηγοῦ ἐπιστολήν, καὶ ὅτι φθάνει τὸ πρᾶγμα
ἀκριβῶς ἐξητασμένον, πρόφασις δέ ἐστιν ἐπιβουλῆς τὸ …πασθαι εἰ οὐκ ἐξὸν κατὰ συνγραφήν, ἀντέγραψας τῷ στρατηγῷ
τάδε· Πομπώνιος Φαυστιανὸς Ἰσιδώρῳ στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. τὰ γραφέντα μοι ὑπὸ Χαιρήμονος γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως αἰτιωμένου Ὡρείωνα ἄνδρα θυγατρὸς αὐτοῦ ὡς βίαν ὑπʼ αὐτοῦ πάσχοντος
ὑποταχθῆναι ἐκέλευσα, ὅπως φροντίσῃς ἀκόλουθα πρᾶξαι τοῖς περὶ τούτου πρότερον γραφεῖσι ὑπὸ Λογγαίου Ῥούφου τοῦ διασημοτάτου πρὸς τὸ μὴ περὶ τῶν αὐτῶν πάλιν αὐτὸν ἐντυγχάνειν. ἐρρῶσθαι εὔχομαι. ἔτους κϛ, Παχὼν λ. ταύτην
τὴν ἐπιστολὴν παρενεγκόντος τοῦ Χαιρήμονος καὶ ἀναδόντος ἐπὶ τῆς γ τοῦ Ἐπεὶφ Ἁρποκρατίωνι βασιλικῷ γραμματεῖ
διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν, παροῦσα αὐτὴ διὰ τοῦ ἀνδρός μου προσεκύνησα μὲν σοῦ τὰ γράμματα καὶ τοῖς γραφεῖσι
ἐμμένειν ἠξίωσα, ἀπέδειξα δὲ ὅτι τὰ ἀκόλουθα ἤδη τοῖς ὑπὸ Ῥούφου πρότερον γραφεῖσι ἐπράχθη. ὁ μὲν γὰρ Χαιρήμων
περὶ κατοχῆς ὡς οὐ δεόντως γενομένης αὐτῷ γεγράφει, ὁ δὲ Ῥοῦφος ἐξ ὧν ἀντέγραψεν αὐτῷ καὶ ἐξ ὧν ἐμοῦ ἐντυχούσης
ὑπέγραψεν ἐξετασθῆναι ἠθέλησεν εἰ δεόντως ἡ κατοχὴ γέγονέν μοι καὶ τῷ στρατηγῷ περὶ τούτου ὑπέθετο. ὁ δὲ οὐκ ἠμέλησεν ἀλλʼ ἐζήτησεν ἀκριβῶς τὸ πρᾶγμα ἐκ τῶν βιβλιοφυλάκων καὶ τῇ ἡγεμονίᾳ περὶ παντὸς διʼ ἐπιστολῆς
[6/7]
ἀνήνεγκεν
[7]
[… ? lines lost …]
[…]α…[…]…[…]
[…]η…[…]…[…]…[…]ου[…]…υστο[…]ω ωσια[…]λη[…]
χ[…] μὴ διὰ τῶν γενομένων κο[…]μ…υ[…]πρα[…] ἐκ τῶν ασ…[…]…ε[…]ων ὁρω[…]δ…ονουκα[…]
σα[…]ας τούτου ἀλλὰ ἀκόλουθα πρᾶξαι τὸν ἐπιστείλαντα τοῖς βιβλιοφύλαξι καὶ περὶ αὐτοῦ γράψαντα τὰ εἰρημένα. ἐπεὶ δὲ
ὁ Χαιρήμων διʼ ἧς καὶ νῦν πεποίηται παρὰ τῷ λαμπροτάτῳ ἡγεμόνι ἐντυχίας ἠξίωσεν τὴν θυγατέρα ἄκουσαν ἀποσπᾶν οὐδὲ περὶ τούτου οὔτε διὰ τῆς τοῦ διασημοτάτου Ῥούφου οὔτε διὰ τῆς τοῦ λαμπροτάτου ἡγεμόνος Πομπωνίου Φαυστιανοῦ ἐπιστολῆς
ὁρᾶται ῥητῶς κεκελευσμένον, δύναται περὶ τούτου ἐντευχθῆναι ὁ λαμπρότατος ἡγεμὼν πάντων τῶν ἐν τῷ πράγματι πραχθέντων παρατιθεμένων αὐτῷ, ἵνʼ οἷς ἐὰν προστάξῃ ἀκόλουθα γένηται. πανταχόθεν οὖν, ἡγεμὼν κύριε, τοῦ πράγματος
προδήλου γενομένου καὶ τῆς τοῦ πατρός μου πρός με ἐπηρείας ἐντυγχάνω σοι καὶ νῦν πάντα παρατιθεμένη τὰ ἐν τῷ πράγματι
καθὼς καὶ ὁ βασιλικὸς διαδεχόμενος καὶ τὴν στρατηγίαν ἠθέλησεν, καὶ δέομαι κελεῦσαι γραφῆναι τῇ στρατηγίᾳ τάς τε χορηγίας
ἀποδίδοσθαί μοι κατὰ καιρόν, ἐπίσχειν τε αὐτὸν ἤδη ποτὲ ἐπιόντα μοι πρότερον μὲν ὡς ἀνόμου κατοχῆς χάριν, νῦν δὲ προφάσει νόμου οὐδὲν αὐτῷ προσήκοντος· οὐδεὶς γὰρ νόμος ἀκούσας γυναῖκας ἀπʼ ἀνδρῶν ἀποσπᾶν ἐφείησιν, εἰ δὲ καὶ ἔστιν τις, ἀλλʼ οὐ πρὸς τὰς
ἐξ ἐνγράφων γάμων γεγενημένας καὶ ἐνγράφως γεγαμημένας. ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἵνα καὶ ταύτης αὐτὸν τῆς προφάσεως ἀπαλλάξω, ὑπέταξά σοι ἀπὸ πλειόνων περὶ τούτου κριθέντων ὀλίγας ἡγεμόνων καὶ ἐπιτρόπων καὶ ἀρχιδικαστῶν κρίσεις, ἔτι τε καὶ νομικῶν προσφωνήσεις, περὶ τοῦ τὰς ἤδη τελείας γυναῖκας γενομένας ἑαυτῶν εἶναι κυρίας, εἴτε βούλονται παρὰ τοῖς ἀνδράσιν μένειν
εἴτε μή, καὶ ὑπόκεισθαι πατράσιν οὐ μόνον, ἀλλʼ ὅτι οὐδʼ ἐφεῖται ἐπὶ προφάσει ἑτέρων ἐνκλημάτων φεύγειν τὰς χρηματικὰς δίκας, ἀλλὰ
δὴ καὶ ὅτι τὰς συνγραφὰς παρατίθεσθαι τοῖς βιβλιοφυλακίοις νόμιμον καὶ τὰς ἐκ τούτων γενομένας κατοχὰς πάντες ἡγεμόνες
καὶ αὐτοκράτορες κυρίας εἶναι καὶ βεβαίας τεθελήκασι, καὶ ὅτι οὐδενὶ ἐφεῖται λέγειν πρὸς τὰ ἑαυτοῦ γράμματα, ἵνα καὶ ἐκ τούτων
ἤδη ποτὲ παύσηται περὶ τῶν αὐτῶν ἐνοχλῶν ταῖς ἡγεμονίαις καθὼς καὶ σὺ γράφων ἠθέλησας. ἐξ ὑπομνηματισμῶν Φλαουίου Τειτιανοῦ τοῦ ἡγεμονεύσαντος. ἔτους ιβ θεοῦ Ἁδριανοῦ, Παῦνι η, ἐπὶ τοῦ ἐν τῇ ἀγορᾷ βήματος. Ἀντωνίου
τοῦ Ἀπολλωνίου προσελθόντος λέγοντός τε διὰ Ἰσιδώρου νεωτέρου ῥήτορος Σεμπρώνιον πενθερὸν ἑαυτοῦ ἐκ μητρὸς ἀφορμῆς εἰς διαμάχην ἐλθόντα ἄκουσαν τὴν θυγατέρα ἀπεσπακέναι, νοσησάσης δὲ ἐκείνης ὑπὸ λύπης τὸν ἐπιστράτηγον Βάσσον
μεταπαθῶς ἀναστραφέντα ἀποφαίνεται ὅτι οὐ δεῖ αὐτὸν κωλύεσθαι εἰ συνοικεῖν ἀλλήλοις θέλοιεν, ἀλλὰ μηδὲν ἠνυκέναι·
τὸν γὰρ Σεμπρώνιον ἀποσιωπήσαντα τοῦτο καὶ τῷ ἡγεμόνι περὶ βίας ἐντυχόντα ἐπιστολὴν παρακεκομικέναι ἵνα οἱ ἀντίδικοι ἐκπεμφθῶσι· αἰτεῖσθαι οὖν ἐὰν δοκῇ μὴ ἀποζευχθῆναι γυναικὸς οἰκείως πρὸς αὐτὸν ἐχούσης. Δίδυμος ῥήτωρ ἀπεκρίνατο μὴ χωρὶς λόγου τὸν Σεμπρώνιον κεκινῆσθαι· τοῦ γὰρ Ἀντωνίου προσενεγκαμένου θυγατρομιξίας ἐγκαλεῖν, μὴ ἐνέγκαντα τὴν ὕβριν τῇ κατὰ τοὺς νόμους συνκεχωρημένῃ ἐξουσίᾳ κεχρῆσθαι, ᾐτιᾶσθαι δʼ αὐτὸν καὶ περὶ […]πες ἐνκλημάτων.
Προβατιανὸς ὑπὲρ Ἀντωνίου προσέθηκεν, ἐὰν ἀπερίλυτος ἦν ὁ γάμος, τὸν πατέρα μήτε τῆς προικὸς μηδὲ τῆς παιδὸς τῆς ἐκδεδομένης ἐξουσίας ἔχειν. Τιτιανός· διαφέρει παρὰ τίνι βούλεται εἶναι ἡ γεγαμημένη. ἀνέγνων. σεσημείωμαι. ἐξ ὑπομνηματισμῶν
Πακωνίου Φήλικος ἐπιστρατήγου. ἔτους ιη θεοῦ Ἁδριανοῦ, Φαῶφι ιζ, ἐν τῇ παρὰ ἄνω Σεβεννύτου, ἐπὶ τῶν κατὰ Φλαυήσιος
Ἀμμούνιος ἐπὶ παρούσῃ Ταειχήκει θυγατρὶ αὐτοῦ πρὸς Ἥρωνα Πεταήσιος. Ἰσίδωρος ῥήτωρ ὑπὲρ Φλαυήσιος εἶπεν, τὸν οὖν αἰτιώμενον
ἀποσπάσαι βουλόμενον τὴν θυγατέρα αὐτοῦ συνοικοῦσαν τῷ ἀντιδίκῳ δεδικάσθαι ὑπογύως πρὸς αὐτὸν ἐπὶ τοῦ ἐπιστρατήγου
καὶ ὑπερτεθεῖσθαι τὴν δίκην ὑμῖν ἵνα ἀναγνωσθῇ ὁ τῶν Αἰγυπτίων νόμος. Σεουήρου καὶ Ἡλιοδώρου ῥητόρων ἀποκριναμένων
Τειτιανὸν τὸν ἡγεμονεύσαντα ὁμοίας ὑποθέσεως ἀκούσαντα ἐξ Αἰγυπτιακῶν προσώπων μὴ ἠκολουθηκέναι τῇ τοῦ νόμου ἀπανθρωπίᾳ ἀλλὰ τῇ ἐπινοίᾳ τῆς παιδός, εἰ βούλεται παρὰ τῷ ἀνδρὶ μένειν, Πακώνιος Φῆλιξ· ἀναγνωσθήτω ὁ νόμος. ἀναγνωσθέντος Πακώνιος Φῆλιξ· ἀνάγνωτε καὶ τὸν Τειτιανοῦ ὑπομνηματισμόν. Σεουήρου ῥήτορος ἀναγνόντος, ἐπὶ τοῦ ιβ ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου, Παῦνι η, Πακώνιος Φῆλιξ· καθὼς ὁ κράτιστος Τειτιανὸς ἔκρινεν, πεύσονται τῆς γυναικός· καὶ ἐκέλευσεν διʼ ἑρμηνέως αὐτὴν ἐλεγχθῆναι, τί βούλεται· εἰπούσης, παρὰ τῷ ἀνδρὶ μένειν, Πακώνιος Φῆλιξ ἐκέλευσεν ὑπομνηματισθῆναι.
ἐξ ὑπομνηματισμῶν Οὐμβρίου δικαιοδότου. ἔτους ϛ Δομιτιανοῦ, Φαμενὼθ[…]… Διδύμη ἧς ἔκδικος ὁ ἀνὴρ Ἀπολλώνιος πρὸς Σαβεῖνον
τὸν καὶ Κάσιον, ἐκ τῶν ῥηθέντωνν· Σαραπίων· μετʼ ἄλλα τὰ πρόσωπα Αἰγύπτια ὄντα παρʼ οἷς ἄκρατός ἐστιν ἡ τῶν νόμων ἀποτομία·
διοριζόμενος γάρ σοι λέγω ὅτι Αἰγύπτιοι οὐ μόνον τοῦ ἀφελέσθαι τὰς θυγατέρας ὧν ἔδωκαν ἐξουσίαν, ἔχουσιν δὲ καὶ ὧν ἐὰν καὶ ἴδια
κτήσωνται μεθʼ ἕτερα· Οὔμβριος Σαβείνῳ· εἰ ἔφθακας ἅπαξ προῖκα δοὺς τῇ θυγατρί σου, ἀποκατάστησον. Σαβεῖνος· τοῦτον μα…… αἴτοῦμαι. Οὔμβριος· τῇ θυγατρὶ δή. Σαβεῖνος· τούτῳ τῷ ἀνδρὶ οὐθὲν προσήκει συνεῖναι. Οὔμβριος· χεῖρόν ἐστι ἀνδρὸς ἀφαιρεῖσθαι
[8]
[… ? lines lost …]
ἀντ[…]νε…[…]νομε…[…]ησπας…[…]…ικο…σι[…]… εὐδαιμ[…]ς[…]……[…]……
μην[…]…δ[…]δω[…] ἀντίγραφον προσφωνήσεως νομικοῦ. Οὔλπιος Διονυσόδωρος τῶν ἠγορανομηκότων νομικὸς Σαλουιστίῳ Ἀφρικανῷ ἐπάρχῳ στόλου καὶ ἐπὶ τῶν κεκριμένων τῷ τιμιωτάτῳ χαίρειν. Διονυσία
ὑπὸ τοῦ πατρὸς ἐκδοθεῖσα πρὸς γάμον ἐν τῇ τοῦ πατρὸς ἐξουσίᾳ οὐκέτι γείνεται. καὶ γὰρ εἰ ἡ μήτηρ αὐτῆς τῷ πατρὶ ἀγράφως
συνῴκησε καὶ διὰ τοῦτο αὐτὴ δοκεῖ ἐξ ἀγράφων γάμων γεγενῆσθαι, τῶι ὑπὸ τοῦ πατρὸς αὐτὴν ἐκδόσθαι πρὸς γάμον οὐκέτι
ἐξ ἀγράφων γάμων ἐστίν. πρὸς τοῦτο ἴσως γράφεις, τιμιώτατε· καὶ διʼ ὑπομνηματισμῶν ἠσφάλισται περὶ τῆς προικὸς ἡ παῖς
ὑπὸ τοῦ πατρός, καὶ τοῦτο αὐτῇ βοηθεῖν δύναται. ἔτους κβ θεοῦ Ἁδριανοῦ, Μεχεὶρ κ. ἀντίγραφον διατάγματος. Οὐαλέριος Εὐδαίμων ἔπαρχος Αἰγύπτου λέγει· καὶ παραδείγματι τῷ καλλίστῳ χρώμενος γνώμῃ τοῦ κρατίστου Μαμερτείνου,
καὶ αὐτὸς ἰδίᾳ πεφωρακὼς ὅτι πολλοὶ τῶν χρήματα ἀπαιτουμένων τὸ τὰ δίκαια ποιεῖν τοῖς ἀπαιτοῦσι ἀφέντες
ἐπανατάσει μειζόνων ἐνκλημάτων παντελῶς διακρούεσθαι ἢ παρατείνειν τὴν ἀπόδοσιν ἐπιχειροῦσι, οἱ μὲν καταπλήξειν τοὺς τάχα ἂν φοβηθέντας τὸν κίνδυνον καὶ διὰ τοῦτο ἐπʼ ἐλάττονι συμβήσεσθαι προσδοκῶντες, οἱ δὲ τῇ ἐπανατάσει τῆς δίκης ἀπαυδήσειν τοὺς ἀντιδίκους οἰόμενοι, παραγγέλλω τῆς τοιαύτης πανουργίας ἀπέχεσθαι, ἀποδιδόντας
ὅσα ὀφείλουσι ἢ πείθοντας τοὺς δικαίως ἀπαιτοῦντας· ὡς εἴ τις χρηματικῆς … συστάσης δίκης ἀπαιτηθεὶς καὶ μὴ
παραυτίκα ἀρνησάμενος ὀφείλειν, τοῦτʼ ἔστιν, μὴ παραυτίκα πλαστὰ εἶναι τὰ γράμματα εἰπὼν καὶ κατηγορήσειν γράψας εἰ εἴτε πλαστῶν γραμμάτων ἢ ῥᾳδιουργίας ἢ περιγραφῆς ἐνκαλεῖν ἐπιχειρῇ, ἢ οὐδὲν αὐτῷ τῆς τοιαύτης τέχνης ὄφελος ἔσται ἀναγκασθήσεται δὲ
ἀποδοῦναι εὐθέως ἃ ὀφείλει, ἢ παρακαταθέμενός τε τὸ ἀργύριον ἵνʼ ἐν βεβαίῳ τὸ ἀναλαβεῖν ὀφειλόμενα ᾖ, πέρας τῆς χρηματικῆς
ἀμφισβητήσεως λαβούσης, τότʼ ἐὰν θαρρῇ τοῖς τῆς κατηγορίας ἐλέγχοις, τὸν μείζονα ἀγῶνα εἰσελεύσεται, οὐδὲ τότε ἀθῷος
ἐσόμενος, ἀλλὰ τοῖς τεταγμένοις ἐπιτίμοις ἐνεχόμενος. ἔτους ε θεοῦ Αἰλίου Ἀντωνίνου, Ἐπεὶφ κδ. ἔτους ιε Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου, Θὼθ ιϛ. κληθείσης Φλαυίας Μηβίας πρὸς Φλαυίαν Ἑλένην καὶ ὑπακουσάσης, Λε…[…]…ς ῥήτωρ εἶπεν· ἐν τῇ
τάξει ἐκκείμεθα, περὶ τοῦ χρηματικοῦ ἀξιοῦμεν. Μουνάτιος εἶπεν· οὐκ ἀπέχεται τὰ χρηματικὰ διὰ τούτων τῶν ἐνκλημάτων· εἰ
[8dupl]
δὲ μή, πάντες ἐροῦσιν ὅτι κατηγορῶ. καὶ Σιμίλιδος διατάγματος. Σέρουιος Σουλπίκιος Σίμιλις ἔπαρχος Αἰγύπτου λέγει· διαζητοῦντί μοι μαθεῖν ἔκ τινος ὑποθέσεως ἐτελεῖτο τὰς Αἰγυπτιακὰς γυναῖκας κατὰ τὰ ἐνχώρια νόμιμα κατέχειν τὰ ὑπάρχοντα τῶν
ἀνδρῶν διὰ τῶν γαμικῶν συνγραφῶν ἑαυταῖς τε καὶ τοῖς τέκνοις πλειστάκις δὲ ἐκ τούτου ἀμφισβητήσεων γενομένων,
ἐπεὶ ἐδύναντο ἀγνοεῖν οἱ τοῖς γεγαμηκόσι συναλλάσσοντες εἰ τούτῳ τῷ δικαίῳ κατέσχηται τὰ ὑπάρχοντα αὐτῶν ταῖς γυναιξὶ
διὰ τὸ καὶ ἑτέροις βιβλιοφυλακίοις τὰς συνγραφὰς καταχωρίζεσθαι, κεκελευκέναι Μέττιον Ῥοῦφον τὸν γενόμενον επι……
ἔπαρχον τὰ ἀντίγραφα τῶν συνγραφῶν ταῖς τῶν ἀνδρῶν ὑποστάσεσιν ἐντίθεσθαι καὶ τοῦτο διατάγματι προστεταχέναι οὗ καὶ
ἀντίγραφον ὑπέταξα, φανερὸν ποιῶν κατακολουθεῖν ταῖς ὑπὸ Μεττίου Ῥούφου …… ἔτους κγ, Ἁθὺρ ιβ. Μάρκος Μέττι-
[8]
ος Ῥοῦφος ἔπαρχος Αἰγύπτου λέγει· Κλαύδιος Ἄρειος ὁ τοῦ Ὀξυρυγχείτου στρατηγὸς ἐδήλωσέν μοι μήτε τὰ ἰδιωτικὰ μήτε τὰ δημόσια
πράγματα τὴν καθήκουσαν λαμβάνειν διοίκησιν διὰ τὸ ἐκ πολλῶν χρόνων μὴ καθʼ ὃν ἔδει τρόπον ᾠκονομῆσθαι τὰ ἐν τῇ τῶν ἐνκτήσεων βιβλιοθήκῃ διαστρώματα, καίτοι πολλάκις κριθὲν ὑπὸ τῶν πρὸ ἐμοῦ ἐπάρχων τῆς δεούσης αὐτὰ τυχεῖν ἐπανορθώσεως· ὅπερ οὐ καλῶς ἐνδέχεται εἰ μὴ ἄνωθεν γένοιτο ἀντίγραφα. κελεύω οὖν πάντας τοὺς κτήτορας ἐντὸς μηνῶν ἓξ ἀπογράψασθαι τὴν ἰδίαν κτῆσιν εἰς τὴν τῶν ἐνκτήσεων βιβλιοθήκην καὶ τοὺς δανειστὰς ἃς ἐὰν ἔχωσι ὑποθήκας καὶ τοὺς ἄλλους
ὅσα ἐὰν ἔχωσι δίκαια, τὴν δὲ ἀπογραφὴν ποιείσθωσαν δηλοῦντες πόθεν ἕκαστος τῶν ὑπαρχόντων καταβέβηκεν εἰς αὑτοὺς
ἡ κτῆσις. παρατιθέτωσαν δὲ καὶ αἱ γυναῖκες ταῖς ὑποστάσεσι τῶν ἀνδρῶν ἐὰν κατά τινα ἐπιχώριον νόμον κρατῆται τὰ ὑπάρχοντα, ὁμοίως δὲ καὶ τὰ τέκνα ταῖς τῶν γονέων οἷς ἡ μὲν χρῆσις διὰ δημοσίων τετήρηται χρηματισμῶν, ἡ δὲ κτῆσις μετὰ θάνατον τοῖς τέκνοις κεκράτηται, ἵνα οἱ συναλλάσσοντες μὴ κατʼ ἄγνοιαν ἐνεδρεύωνται. παραγγέλλω δὲ καὶ τοῖς συναλλαγματογράφοις καὶ τοῖς μνήμοσι μηδὲν δίχα ἐπιστάλματος τοῦ βιβλιοφυλακίου τελειῶσαι, γνοῦσιν ὡς οὐκ ὄφελος τὸ τοιοῦτο ἀλλὰ καὶ
αὐτοὶ ὡς παρὰ τὰ προστεταγμένα ποιήσοντες δίκην ὑπομενοῦσι τὴν προσήκουσαν. ἐὰν δʼ εἰσὶν ἐν τῇ βιβλιοθήκῃ τῶν ἐπάνω χρόνων ἀπογραφαί, μετὰ πάσης ἀκριβείας φυλασσέσθωσαν ὁμοίως δὲ καὶ τὰ διαστρώματα, ἵνʼ εἴ τις γένοιτο ζήτησις εἰς
ὕστερον περὶ τῶν μὴ δεόντως ἀπογραψαμένων ἐξ ἐκείνων ἐλεγχθῶσι. ἵνα δʼ οὖν βεβαία τε καὶ εἰς ἅπαν διαμένῃ τῶν διαστρωμάτων ἡ χρῆσις πρὸς τὸ μὴ πάλιν ἀπογραφῆς δεηθῆναι, παραγγέλλω τοῖς βιβλιοφύλαξι διὰ πενταετίας ἐπανανεοῦσθαι
τὰ διαστρώματα μεταφερομένης εἰς τὰ καινοποιούμενα τῆς τελευταίας ἑκάστου ὀνόματος ὑποστάσεως κατὰ κώμην καὶ κατʼ εἶδος. ἔτους θ Δομιτιανοῦ, μηνὸς Δομιτιανοῦ δ. ἐξ ὑπομνηματισμῶν Πετρωνίου Μαμερτείνου. ἔτους ιη Ἁδριανοῦ, Ἁθὺρ ιε.
[9]
[… 41 lines lost …]
δίκαιον ἃ προσενήνεγκας τῷ υἱῷ σου γαμοῦντι[…]
διάδοχον τοῦ πατρὸς γενέσθαι
ἠγορανομηκότων Σαλουιστίῳ Ἀφρικανῷ ἐπάρχῳ στόλου καὶ ἐπὶ[…]
ἔτους β Ἁδριανοῦ Μεχεὶρ[…]
[…]ικων Ἁθὺρ γ
Ἀννίῳ Συριακῷ τῷ κρατίστῳ ἡγεμόνι
κύριε
ἐρρῶσθαι εὔχομαι, ἡγεμῶν κύριεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.