Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.fam.tebt.15 114 - 115Arsinoites, Ägypten

Copy of Report with Annexed Documents via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 10732. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] Σαραπίωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἰσίδωρος γεγυμνασιαρχηκὼς τῷ τιμιωτάτῳ χαίρειν. διʼ ἐπιστάλματος γραφέντος τῇ[…]μηνὸς[…]τοῦ ἐνεστῶτος ὀκτωκαιδεκάτου ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου προτραπεὶς ὑπὸ σου συνοψίσαι συγκόλλησιν βιβλίων δημοσίας βιβλιοθήκης, οὗ ἐστιν ἀντίγραφον· Σαραπίων στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἰσιδώρῳ γεγυμνασιαρχηκότι τῷ τιμιωτάτωι χαίρειν. ἐπέστειλά σοι τῇ κ μηνὸς[…]τοῦ ἐνεστῶτος ὀκτωκαιδεκάτου ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου π[…] […] Ἀπολλώνιος στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος[…]γενομένης ἐπʼ ἐμοῦ, Ἡρακλείδης καὶ οἱ σὺν αὐτῷ κληρονόμοι Ἡρακλείδου καὶ Πάτρωνος γενομένων βιβλιοφυλάκων πρὸς Λεωνίδην τὸν γραμματέα […]…σ…ης διʼ ὑπομνηματισμῶν[…] […]σι δαπάνην ὑπὸ[…] […]…μος…[…] […]ν […]λι[…] […]νατ[…]βεβι[…] […]ανας Λεωνίδ[…] […]πληρ[…]αὐθένταις βιβλιοφύλαξι[…]…μπ[…]… […]…λαι[…]μουχ[…]ως αὐτὸς μο[…]αησ[…]στηι […]…τ[…]ν…ς[…]…ς ἵνα μὴ […]…ωσιου […]…[…]ω…μ[…]…α […]βιβλιοφυλάκων Εὐάγγελον καὶ Ἡρακλείδην καὶ Λυσίμαχον […]δε λαβεῖν αὐτὸν εἰς τὴν δαπάνην τῆς συγκολλήσεως πάντων τῶν βιβλίων τῶν παραδεδομένων ὑπὸ τῶν πρὸ αὐτῶν βιβλιοφυλάκων Λυσιμάχου τοῦ καὶ Λου[…]ου καὶ[…] Πάτρωνα καὶ Ἡρακλείδην διὰ τοῦ γραμματέως Λεωνίδου […]συγκολληθέντων βιβλίων κατὰ τὰ προπαραδεδομένα αὐτοῖς καὶ εἰληφέναι τὸν Λεωνίδην παρὰ μὲν τοῦ Εὐαγγέλου ἀργυρίου δραχμὰς χιλίας , παρὰ δὲ τῶν περὶ τὸν Ἡρακλείδην ἀργυρίου δραχμὰς[…]… τετρώβολον· ἅπερ βιβλία παραδώσει τοῖς εκ…ι […]τῶν δὲ περὶ τὸν Ἡρακλείδην προτιθέντων ὅτι ὁ Λεονίδης δίχα τοῦ πατρὸς τῶν περὶ τὸν Ἡρακλείδην πεποίηκε τὴν παράλημψιν τῶν βιβλίων, ἔγνων ταῦτα παρειλῆφθαι ἐξ ἐπιστολῆς ὑπὸ Σουλπικίου Σιμίλεως τοῦ κρατίστου ἡγεμόνος γραφείσης Λεονίδι στρατηγήσαντι τῆς αὐτῆς μερίδος ἐξ ἐντεύξεως Ἡρακλείδου καὶ τῶν σὺν αὐτῷ κληρονόμων Προτογένους καὶ Ἰσιδώρου γενομένων βιβλιοφυλάκων […]Λεωνίδου στρατηγήσαντος ὑπομνηματισμὸς καὶ χειρογραφία τοῦ γραμματέως Λεονίδου διʼ ὧν ἐπετράπη παραλαβεῖν τὰ μήπω παραδεδομένα βιβλία ὅποιά ἐστιν κινδύνῳ τῶν αὐθεντῶν βιβλιοφυλάκων [2] καὶ Κεκιλίου Μάκερος στρατηγήσαντος τῆς αὐτῆς μερίδος, διʼ ὧν ἐπετράπη ὁ αὐτὸς Λεονίδης, παρόντος τοῦ ἑνὸς τῶν αὐθεντῶν βιβλιοφυλάκων Ἡρακλείδου, παραλαβεῖν τὰ βιβλία ἐφʼ ἧς ἐστιν διαθέσεως ἀκολούθως τῆι γραφείσῃ ὡς πρόκειται ὑπὸ Σουλπικίου Σιμίλεως ἐπιστολῇ, ὧν πάντων τὰ ἀντίγραφα ὑπέταξα. τὰ δὲ ἐπιδειχθέντα μοι ὑπὸ τοῦ γραμματέως Λεονίδου βιβλία παραδοθέντα ὑπὸ τῶν κληρονόμων Πρωτογένους καὶ Ἰσιδώρου γενομένων βιβλιοφυλάκων ἐστὶν ἃ μὲν ἄναρχα ἃ δὲ διεφθορότα ἃ δὲ σητόβρωτα, μὴ δυνάμενα συνοψισθῆναι εἰς διακόλλησιν. ἐστὶν δὲ πάντων ἀντίγραφα· Σουλπίκιος Σίμιλις Λεονίδηι στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος χαίρειν. ἀναφόριον Ἡρακλείδου καὶ Ἡλιοδώρου καὶ Μεθυσίου καὶ τέκνων αὐτῆς σεσημειωμένον ἔπεμψα, βουλόμενός σε διʼ ἃς παρέθεντο αἰτίας ἐπαναγκάσαι τοὺς βιβλιοφύλακας τῶν δημοσίων λόγων τὴν παράληψιν τῶν ὄντων βιβλίων ποιήσασθαι ὅποιά ἐστιν, ἵνα δήποτε τὸ πρᾶγμα πέρας λάβηι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους δωδεκάτου Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαῶφι κ. καὶ τοῦ ἀναφορίου. Σερουίωι Σουλπικίωι Σιμίλει ἐπάρχῳ Αἰγύπτου παρὰ Ἡρακλείδου καὶ Ἡλιοδώρου ἀμφοτέρων Πρωτογένους καὶ Μεθυσίου τῆς Ἡρακλείδου καὶ τῶν ταυτῆς τέκνων Ἡρακλείδου καὶ Θερμουθαρίου ἀμφοτέρων Ἰσιδώρου. Πρωτογένης πατὴρ τῶν περὶ Ἡλιόδωρον καὶ Ἰσίδωρος ἀνὴρ μὲν τῆς Μεθυσίου πατὴρ δὲ τῶν περὶ Θερμουθάριον γενόμενοι βιβλιοφύλακες τῆς ἐν Ἀρσινοΐτηι δημοσίας βιβλιοθήκης ἔτι ἀπὸ τετάρτου ἔτους Οὐεσπασιανοῦ πλεῖστα τῶν βιβλίων παρειλήφασι ἄναρχα παρὰ τῶν πρὸ αὐτῶν βιβλιοφυλάκων, τινὰ δὲ καὶ διεφθορότα κατὰ τὸ ἔθος, μείναντες δὲ ἐν τῆι λειτουργίᾳ τὸν χρόνον μετεστάθησαν. ἐν τοσούτοις οὖν ἔτεσι πλείστοις οὖσι συνέβη καὶ ἐκ τῶν ὑπὸ τῶν αὐθεντῶν βιβλιοφυλάκων κατὰ καιρὸν παραδοθέντων βιβλίων ἃ μὲν μὴ σῴζεσθαι πολλῷ χρόνῳ διαφθαρέντα, ἃ δὲ καὶ ἀπὸ μέρους διεφθάρθαι, ἔνια δὲ κεφαλόβρωτα γεγονέναι διὰ τὸ τοὺς τόπους καυσώδεις εἶναι, καθὼς καὶ αὐτοὶ Ἰουνίῳ Ῥούφωι τῶι ἡγεμονεύσαντι διʼ ἐπιστολῆς ἐδήλωσαν ἔτι περιόντες, ἧς ἀντίγραφον ὑπετάξαμεν, ἀφʼ ἧς διδαχθεὶς, καίτοι Μεττίου Ῥούφου τοῦ ἡγεμονεύσαντος κελεύσαντος τὰ ἄναρχα ἐκ τῆς ἐν Πατρικοῖς βιβλιοθήκης ἐκλαβεῖν, καὶ αὐτὸς πρότερον αὐτῶι τῶι Μεττίωι κατακολουθήσας, ὕστερον ὁμοίως ἐπιγνοὺς τὸ ἀδύνατον τοῦ πράγματος, οὐδὲν ἧττον διʼ ἐπιστολῆς ἔγραψεν τὰ ὄντα βιβλία παραδοθῆναι καὶ τὰ δυνάμενα ἐξ αὐτῶν διακολληθῆναι. καὶ Ἴταλος δέ, ἀχθέντος αὐτῶι τοῦ εἴδους ἐν διαλογισμῶι, ὑπέγραψεν οὕτως ὡς Ἰούνιος Ῥοῦφος· οἱ νυνὶ βιβλιοφύλακες παραλαβέτωσαν τὰ ὄντα βιβλία καὶ τὰ δυνάμενα ἐξ αὐτῶν διακολλησάτωσαν, καὶ διʼ ὑπομνηματισμῶν δὲ ἐκέλευσεν παραδοθῆναι αὐτὰ ὡς παρελή- [3] φθη. ταῦτα δὲ πάντα ἀκούσας ἐν ἰδιωτικῇ ὑποθέσει Οὐίβιος Μάξιμος ὁ ἡγεμονεύσας ἐκέλευσε τὰ βιβλία παραδοθῆναι ὡς οἱ πρὸ αὐτοῦ καὶ τὴν βιβλιοθήκην ἀνοικοδομηθῆναι, διμηνιαῖον εἰς ἀμφότερα ὁρίσας χρόνον. ἡ μὲν οὖν βιβλιοθήκη ὑπὸ μόνου τοῦ Πρωτογένους ἀπηρτίσθη ὡς ἐκρίθη, ὅσα δὲ ἔφθασε τῶν βιβλίων ἐφʼ ὃν χρόνον περιῆν παρεδόθη, εἰς ἃ οὐκ ὀλίγα χρήματα ἀνηλώθη ὑπὸ μόνου τοῦ Πρωτογένους. ἀποθανόντος δὲ αὐτοῦ ἐπὶ ἤδη ἀποθανόντι Ἰσιδώρῳ, τὰ λοιπὰ τῶν βιβλίων ἄχρι νῦν ἀπαράδοτά ἐστιν. ὧν χάριν ἐπηρεαζόμεθα καὶδιὰσυκοφαντίαν ἐκκείμεθα τοῖς πονηροτάτοις ἀνθρώπων οἵτινες διὰ ἀναφορίων καὶ διὰ στρατηγίας τὰ διεφθαρμένα τῶν βιβλίων διαβάλλουσιν. ἡμεῖς μὲν οὖν κληρονόμοι ὄντες κινδυνεύοντες ἐκβαρύνεσθαι, οὐκ ἀναλογούσης ἡμῶν τῆς οὐσίας εἰς τὴν παράδοσιν τῶν βιβλίων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἡ βιβλιοθήκη καὶ πολλάκις διὰ παλαίωσιν κατέπεσεν καὶ τὸ τελευταῖον διʼ ἀνοικοδομὴν θεάτρου μετεποιήθη, ὧν χάριν ἐξ ἀνάγκης καὶ διὰ τὰς πτώσεις καὶ διὰ τὴν ἔπειξιν τῆς ἀνοικοδομῆς τοῦ θεάτρου ἄρδην τῶν βιβλίων ἀπὸ τόπων εἰς τόπους ἀνεπιτηδείους πολλάκις μετενεγχθέντων καὶ ἐπαλλήλων καὶ ἀσυνθέτων διὰ τὸ πλῆθος κειμένων τῷ τὸν νομὸν μέγιστον εἶναι, καθημερινῆς προαιρέσεως ὑπʼ αὐτῶν γεινομένης καὶ τῆς τοιαύτης ὕλης εὐδιαφθόρου οὔσης, συνέβη τὰ μὲν αὐτῶν ἐκ μέρους διεφθάρθαι, ἔνια δὲ καὶ ἄναρχα γενέσθαι, τινὰ δὲ καὶ παρεκπεπτωκέναι· ἐπὶ σὲ τὸν πάντων βοηθὸν καὶ σωτῆρα προσεφύγαμεν καὶ παρακαλοῦμεν ἐάν σου δόξῃ τῇ πρὸς πάντας εὐεργεσίᾳ καὶ εὐνοίᾳ κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῷ ἐπαναγκάσαι τοὺς νυνὶ βιβλιοφύλακας τῶν δημοσίων λόγων τὰ ὄντα βιβλία ὅποιά ἐστιν παραλαβεῖν κοινῶς παρʼ ἡμῶν, ἵνʼ ὦμεν εὐεργετημένοι. ἀντίγραφον ἐπιστολῆς· Ἰουνίωι Ῥούφωι τῶι κρατίστωι ἡγεμόνι Ἰσίδωρος καὶ Πρωτογένης γενόμενοι βιβλιοφύλακες δημοσίων λόγων Ἀρσινοΐτου χαίρειν. Μεττίου Ῥούφου τοῦ ἡγεμονεύσαντος διαλογιζομένου τοῦ νομοῦ καὶ ἐπενεγχθέντος αὐτῶι ἐκ τῆς βιβλιοθήκης βιβλίου ἀνάρχου, ἐπιζητήσαντος δὲ τὴν αἰτίαν διʼ ἣν ἄναρχόν ἐστιν, ἐπεδείξαμεν μὴ μόνον αὐτὸ εἶναι ἐν τῶι βιβλιοφυλακείῳ ἄναρχον ἀλλὰ καὶ ἄλλα πλεῖστα, οὕτως καὶ ἡμῖν παραδοθέντα ὑπὸ τῶν προτέρων Ἀπίωνος καὶ Ἰσιδώρου. καὶ Μέττιος ἐκέλευσεν ἐλθόντα τὸν περιόντα Ἀπίωνα λόγον ἀποδοῦναι τοῦ τοιαῦτα παραδεδωκέναι βιβλία. οἱ δὲ μεθʼ ἡμᾶς κατασταθέντες βιβλιοφύλακες Ἡλιόδωρος καὶ Ζώπυρος ἠξίωσεν ὁ μὲν εἷς αὐτῶν Ἡλιόδωρος τὸν Μέττιον, ὁ δὲ ἕτερος Ζώιπυρος σὲ τὸν κύριον περὶ τῶν [4] ἐν τῇ βιβλιοθήκῃ ἀνάρχων καὶ διεφθαρμένων. καὶ ἔγραψεν ὁ Μέττιος Ἀρχελάῳ τῷ στρατηγήσαντι ἐπιστῆναι ἡμῖν ἵνʼ ἐγλάβωσι ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ κατακεχωρισμένων λόγων τὰ ἐνλείποντα καὶ προσπληρώσωμεν τὰ ἐν τῆι βιβλιοθήκῃ ἄναρχα βιβλία. καὶ σὺ δὲ ὁ κύριος ἔγραψας Κλαυδίωι Ἑρμίᾳ τῶι στρατηγήσαντι τὰ ἀκόλουθα τοῖς ὑπὸ Μεττίου γενέσθαι. ἐπεὶ οὖν, ἡγεμὸν μέγιστε, οἱ περὶ τὸν Ἡλιόδωρον καινῶς τοῦτο παρὰ τὸ ἔθος ἐπεζήτησαν ἡμεῖς δὲ αὐτοὶ κατεστάθημεν πρὸ πολλῶν ἔτι πάλαι χρόνων παραλαμβάνοντες παρὰ τῶν προτέρων βιβλιοφυλάκων πλεῖστα ἄναρχα, τινὰ δὲ καὶ διεφθαρμένα, ἃ δὲ καὶ συνκεκολλημένα, τῶν δὲ κατὰ καιροὺς στρατηγῶν καὶ βασιλικῶν γραμματέων κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμῖν παραδεδωκότων τὰ βιβλία ὅποιά ἐστιν καὶ διὰ τὸ πλῆθος τῶν βιβλίων ἀσύνθετα καὶ ἐπάλληλα αὐτὰ κεῖσθαι, συνέβη καὶ διὰ τὴν πλείστην καὶ ἐπάλληλον, τοῦ νομοῦ μεγίστου ὄντος, καθημερινὴν προαίρεσιν ἕτερα τῶν βιβλίων ἃ μὲν μὴ σῴζεσθαι πολλῷ χρόνῳ διαφθαρέντα, ἃ δὲ καὶ ἀπὸ μέρους διεφθάρθαι, τινὰ δὲ καὶ κεφαλόβρωτα γεγονέναι, ὀκταετίας ἄλλης διελθούσης, ἀφʼ ἧς τῆς τάξεως ἀπέστημεν καὶ τῶν βιβλίων ὁμοίως ἔτι μᾶλλον ὑπὸ χεῖρα σκυλλομένων καὶ διαφθειρομένων, δεόμεθα ἐάν σοι δόξηι τῇ εὐμενεστάτηι πρὸς πάντας προνοίᾳ καὶ εὐεργεσίᾳ κελεῦσαι γραφῆναι Ἀρρείωι Ἡρακλείδηι στρατηγῶι Ἡρακλείδου μερίδος ἐπαναγκάσαι τοὺς περὶ Ἡλιόδωρον ἤδη ποτὲ τὴν παράδοσιν ποιήσασθαι καὶ τὰ μὲν σῳζόμενα ὡς περιέχει παραλαβεῖν, τὰ δὲ λοιπὰ διεφθορότα καὶ ἄναρχα οἷά ἐστιν. ὑπετάξαμεν δέ σοι καὶ περὶ ὁμοίου ἐπιστολὴν ἀντίγραφον. πρὸ πάντων ἐρρῶσθαί σε εὐχόμεθα. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Παχὼν εἰκάδι. ἀντίγραφον ἐπιστολῆς ὁμοιώματος· Λαβέριος Μάξιμος Πομπηΐωι Διονυσοδώρῳ στρατηγῶι Ὀξυρυγχείτου χαίρειν. τὸ δοθέν μοι ἀναφόριον ὑπὸ Ἡρακλείδου δημοσίου βιβλιοφύλακος ἔπεμψά σοι. εἰ οὖν φησι Διονύσιον Δωρίωνος τὸν προσκατασταθέντα αὐτῶι ἐξ ἧς ἔπεμψας ἐπιστολῆς βιβλιοφύλακα μὴ παραλαμβάνειν τὰ βιβλία, βούλομαί σε ἐπιστῆναι ὅπως τὴν παράδοσιν ποιήσηται. ἐὰν δὲ ὥσπερ τὸ ἀναφόριον περιέχει, κατὰ τοῦτο περιίστηται ὁ Διονύσιος, ἐκζητῶν διακόλλησιν τῶν βιβλίων γενέσθαι καὶ ἀναγραφήν, οὐ δοκεῖ μέν μοι ἄδικον ἐπιζητεῖν, σὺ δὲ ἀκριβέστερον ἐξέτασον παραζεύξας αὐτοῖς τινα τῶν σῶν παρακολουθητήν, ὅπως τὰ μὲν δυνάμενα τῶν βιβλίων διακολληθῇ, τὰ δὲ μὴ δυνάμενα ὅποια ἐὰν ᾖ καταλειφθῇ, ἀναγραφὴ δὲ πάντων Διονυσίωι μεταδοθήτω. ἔρρωσο. ἔτους β Δομιτιανοῦ Ἐπὶφ ιε. ἀντίγραφον ἐπιστολῆς ἀντιγραφείσης πρὸς τὰς ἐπάνω. Εἰούνιος Ῥοῦφος Ἀρρείωι Ἡρακλείδηι στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος χαίρειν. ἧς ἔγραψάν μοι Ἰσίδωρος καὶ Πρωτογένης γενάμενοι βιβλιοφύλακες δημοσίων λόγων ἐπιστολῆς ἀντίγραφον ἔπεμψά σοι βουλόμενός σε ἐπαναγκάσαι Ἡλιόδωρον καὶ Ζώπυρον τὴν παράληψιν τῶν ὄντων παρʼ ἑαυτοῖς βιβλίων ποιήσασθαι καὶ φροντίσαι ἵνα τὰ δυνάμενα ἐξ αὐτῶν διακολληθῇ. ἔρρωσο. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παῦνι κζ. [5rp] ἀντίγραφον ἐπιστολῆς. Μινίκιος Ἴταλος Διογένει καὶ Διονυσίωι καὶ Ἀπολλωνίωι στρατηγοῖς Ἀρσινοΐτου χαίρειν. ὁ κράτιστος ἐπίτροπος τοῦ κυρίου ἡμῶν Κλαστικὸς μετέδωκέν μοι τὴν ἐν τῷ νομῷ τῶν ἐνκτήσεων βιβλιοθήκην ἀνεπιτήδειον εἶναι καὶ τὰ ἐν αὐτῇ βιβλία ἀποκείμενα ἀφανίζεσθαι, τὰ δὲ πλεῖστα καὶ ἀνεύρετα εἶναι. φησὶν δὲ ἐπιλελέχθαι παρόντων ὑμῶν ἕτερον τόπον ἐπιτήδειον τοῦ εἰς τὴν ἀνοικοδομὴν συνεψηφίσθαι δραχμὰς τρισχιλίας διακοσίας ὀγδοήκοντα δύο τριώβολον. ἵνα οὖν τὰ βιβλία ἀναγκαιότατα ὄντα μὴ ἀμεληθῇ, βούλομαι ὑμᾶς εὐθέως ἐνχειρῆσαι τῇ κατασκευῆι καὶ ἃ λέγει ἀπὸ τῶν ἀρχαιοτέρων χρόνων βιβλία ἐκ μέρους διεφθαρμένα ἐσφραγεῖσθαι ὡς τὴν παράδοσιν οὐδεὶς ποιήσασθαι δύναται, διὰ τὸ τοῦ πολλοῦ χρόνου τοὺς πρὸς αὐτοῖς γεγονότας τετελευτηκέναι, μετενεγκεῖν εἰς ἣν νῦν κατασκευάζεσθαι κελεύω καὶ ἀναγράψασθαι παρόντων ὧν προσήκει καὶ τὴν ἀναγραφὴν καταχωρίσαι. ἐρρῶσθαι ὑμᾶς βούλομαι. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παχὼν κδ. [5] ἀντίγραφον ὑπομνηματισμῶν Λεωνίδου στρατηγοῦ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος ἔτους ιβ Τραιανοῦ Καίσαρος τοῦ κυρίου Παῦνι κβ. Ἀπολλώνιος φροντιστὴς Μεθυσίου καὶ Ἡρακλείδης Πρωτογένους πρὸς Λεωνίδην γραμματέα βιβλιοφυλάκων. Ἀπολλώνιος· τοῦτον καὶ πρὸ πολλῶν ἡμερῶν [6] ἐκέλευσας τὰ δημόσια βιβλία παραλαμβάνειν, γεγραφότος τοῦτο καὶ τοῦ κρατίστου ἡγεμόνος ἵνʼ ἐφʼ ἧς ἐστι διαθέσεως παραδοθῆι. ἤδη δὲ τέσσαρες διεγένοντο μῆνες τούτου παραλαβεῖν μὴ θέλοντος. Λεωνίδης· σὺ μὲν ἐκέλευσας τοῦτο γενέσθαι καὶ ἤδη ἐκ μέρους παρέλαβον, παρακαλῶ δέ, ἐπεὶ καὶ τὰ βιβλία διεφθάρη, τοὺς αὐθέντας τῇ παραλήψει παρατυγχάνειν. Οὔλπιος Λεωνίδης ὁ στρατηγός· περισσῶς τοὺς αὐθέντας ἐπιζητεῖς ἔχοντας ἀποδεδειγμένον σε γραμματέα. εἰς τοῦτο γὰρ κατεστάθης ἵνα κινδύνωι αὐτῶν πάντα διοικῇς. ἐγώ σοι καὶ πρότερον παρήγγειλα καὶ νῦν παραγγέλλω παραλαμβάνειν τὰ βιβλία ἐφʼ ἧς ἐστιν διαθέσεως· ἵνα δὲ μὴ παρενθυμῇ, χειρογράφησον οὕτως ποιήσειν. καὶ ἐξῆλθεν Σαραπίων ὑπηρετής. ἀντίγραφον χειρογραφίας. Οὐλπίωι Λεωνίδῃ στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Λεωνίδης Ἁρποκρατίωνος γραμματεὺς βιβλιοφυλάκων δημοσίων λόγων. ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν παραλήψεσθαι παρὰ Ἡρακλείδου καὶ Ἡλιοδώρου κληρονόμων Προτογένους καὶ κληρονόμων Ἰσιδώρου γεναμένων βιβλιοφυλάκων τὰ βιβλία, καθὼς ἐπέτρεψας διʼ ὑπομνηματισμῶν, παραλαβεῖν με κινδύνωι τῶν βιβλιοφυλάκων ὅποιά ἐστιν ἀκολούθως τῆι γραφείσηι ὑπὸ τοῦ κρατίστου ἡγεμόνος ἐπιστολῆι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παῦνι κβ. [… ? lines lost …]

Connections

Found at Arsinoite nome

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.