Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.gen.2.103 25. Sept. 147Arsinoites

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11251. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[column 1] Καλουισίωι Πατροφίλωι τῶι κρατίστωι δικαιοδότηι παρὰ Γε[…]ίας Πετρωνίλλης[…]… ἐμοῦ καὶ Ἑρεννίου Οὐάλεντος[…]Ἀντωνίων[…]ισιανοῦ καὶ Διογένους[…]μηνὸς Μεσορὴ ἀπέθανέν μου ἀνὴρ Ἑρέννιος[…]Οὐάλεντα εἶναι […]τοῦ υἱοῦ…ου Λουκίου Ἑρεννίου[…]συμβιωσάσης μου […]τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ[…]…η…ον ἀνέδωκα[…] στρατηγὸν […]…[…]ον μετα […]τὰς κλεῖδας καὶ […]εὐθέως καταθέσθαι […]ἀναδοθησομένων ὑπʼ ἐμοῦ[…]εἰς τὴν ἐπιτροπὴν […]… διʼ ἐπιστολῶν […]τόδε τὸ βιβλίδιον πα[…]κελεῦσαι γραφῆναι […] ἀναμφισβητήτως […]τοῦ υἱοῦ μου Λουκίου Ἑρεννίου[…]μηδεμίαν ἡμέραν […]δομαι μὴ κ[…] […]ση σε τη τοῦ ἐπιτρόπου[…]άγη εἰς τὸ μηδὲν […]ἀναγκαίως ὑπὸ […]ον ἐν τοῖς ὑπάτοις[…]…μα ἀναφέρη […]σεως ἀγομε[…]μεγίστη [column 2] πρὸς ἣν ἐκέλευσάς με γενέσθαι. διεπέμψατό σοι καταμεμαθηχέναι με σὺν μαίαι καὶ ἐγνωκέναι κατὰ γαστρὸς ἔχουσαν, μὴ δύνασθαι δὲ παρʼ αὐτῇ ἀποκυῆσαί με, ὑπεσχῆσθαι δὲ αὐτὴν ἐποπτεῦσαί με εἰ συνέχω ἕως ἅπαντα τὰ κατʼ ἐμὲ πεπληρῶσθαι, καὶ μηδὲν παρʼ ἐμὴν αἰτίαν γεγονέναι, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. ἔτους ια Θὼθ κζ ἐπιστέλλου αὐτήν ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Πτολεμαίος Μαξίμωι. Πτολεμαῖος στρατηγὸς Ἀφροδειτοπολείτου Μαξίμωι τῶι καὶ Νεάρχῳ στρατηγῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος τῶι τιμιωτάτωι χαίρειν. ἔγραψάς μοι Καλουισίου Πατροφίλου τοῦ κρατίστου δικαιοδότου ἧς ἔγραψέν σοι ἐπιστολῆς περὶ καταστάσεως ἐπιτρόπων Λουκίου Ἑρεννίου ἀφήλικος ἀντίγραφον πέμψαι […]ὅπως κατὰ τοὺς ὑπὸ Γε…ίας Πετρωνίλλης μητρὸς αὐτοῦ ἀναδοθέντας εἰς τὴν ἐπιτροπὴν δηλώσωι, ὁπότερος αὐτῶν ἀξιοπιστότερός ἐστιν πρὸς τὴν ἐπιτροπήν, ἀκολούθως οἷς ἔγραψεν ὁ κράτιστος δικαιοδότης κατʼ Αἴλιον Ἀπολλώνιον γεγυμνασιαρχηκότα Ἀντινόου πόλεως, νυνὶ δὲ ὀντα ἐγλογιστὴν Μεμφείτου γεουχοῦντα ἐν τῷδε τῷ νομῷ καὶ Λογγείνιον Μενήνιον γεγυμνασιαρχηκότα Ἀφροδειτοπόλεως γεουχοῦντα ἐν τῷ αὐτῷ νομῷ. δηλῶ οὖν τὸν τῆς πόλεως γραμματέα προσπεφωνηκέναι εἶναι τὸν ἀξιοπιστότερον αὐτῶν Αἴλιον Ἀπολλώνιον· διὸ γράφω σοι, τιμιώτατε, ἵνα εἰδῇς. ἔρρωσο, τιμιώτατε. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ κθ. [3rp] ἀντίγραφον ἐπιστολῆς Μάξιμος ὁ καὶ Νέαρχος στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Καλουισίῳ Πατροφίλῳ τῷ κρατίστῳ δικαιοδότῃχαίρειν· ἐδήλωσάς μοι περὶ καταστάσεως ἐπιτρόπου Λουκίου Ἑρεννίου ἀφήλικος ἐκ τῶν ἀναδιδομένων ὑπὸ τὴς μητρὸς αὐτοῦ τὸν ἀξιοπιστότερον δηλῶσαι καὶ γράψαι σοι λαβών [3] Λογγινι[…]Μενηνι[…] […]τὸν μὲν Αἴλιον Ἀπολλώνιον γεγυμνασιαρχηκότα Ἀντινόου πόλεως, νυνὶ δὲ ὀντα ἐγλογιστὴν Μεμφίτου, τὸν δὲ Λογγείνιον Μενήνιον γεγυμνασιαρχηκότα Ἀφροδιτοπόλεως, γεουχοῦντα ἐν τῶι αὐτῶι νομῶι. ὑπὸ δὲ τοῦ στρατηγοῦ τοῦ Ἀφροδιτοπολίτου νομοῦ ἐστιν […] προσπεφωνῆσθαι[…]ὑπὸ τοῦ τῆς πόλεως γραμματέως ἀξιοπιστότερον εἶναι πρὸς τὴν ἐπιτροπὴν αὐτοῦ Αἴλιον Ἀπολλώνιον. διὸ γράφω σοι, κύριε, ἵνʼ εἰδῆις. ἔρρωσο, κύριε. ἔτους ια Αὐτοκράτορος Καίσαρος[…]

Connections

Found at Arsinoite nome

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.