Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.47.3366 Jan. - März 258Oxyrhynchos

Petitions and a Letter: The Grammarian’s Complaint via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20885. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] [1] τοῖς γῆς καὶ θαλάττης δεσπόταις αὐτοκράτορσι καίσαρσι Πουπλίωι Λικιννίωι Οὐαλεριανῶι καὶ Πουπλίωι Λικιννίωι Οὐαλεριανῶι Γαλλιηνῶι εὐσεβέσι εὐτυχέσι σεβαστοῖς παρὰ Λολλιανοῦ τοῦ καὶ Ὁμοίου δημοσίου γραμματικοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως. ἡ οὐράνιος ὑμῶν μεγαλοφροσύνη ἡ ἐπιλάμψασα τῆι ὑμετέραι οἰκουμένηι καὶ ἡ πρὸς τὰς Μούσας οἰκείωσις _ παιδεία γὰρ ὑμῖν σύνεδρος _ …[…]ελπιστιαν …[…]…… ἀξίωσιν ἀνενεγκεῖν ὑμῖν δικαίαν τε καὶ νόμιμον, ἔστιν δὲ αὕτη· οἱ θεοὶ πρόγονοι ὑμῶν ὥρισαν κατὰ μέγεθος τῶν πόλεων καὶ ποσότητα δημοσίων γραμματικῶν, προστάξαντες καὶ συντάξεις αὐτοῖς δίδοσθαι ὅπως εἴη ἀνεμπόδιστος ἡ περὶ τοὺς παῖδας ἐπιμέλεια. [2] […]…οσ[…]…αθα…ωπρ…ου…[…]σε…[…]…ιν…ερ…[…]…[…] […]ευδ…[…]…ροτη… τὸν ὄντως σπου[…]…[…]… ἔδει μᾶλλον …[…] […]…[…]παραβλητον φ[…]…[…]…[…]μενουν …[…]… […]αφελλα[…]χν[…]… ἀεὶ φιλοπο[…]ων…[…]πις…[…] …ν δὲ ἄρα κα…ε…[…] […]…νον σε η[…]…[…]…ν ἀπέστειλας κα…[…]…ου[…] ηὐχόμην. εἰ μὲν ο…[…]…[…]… ὑπερεθέμην τὸν φίλτατον[…]…ο[…] θαι, ἀλλʼ ἐπεὶ γάμου με καὶ παιδ…[…]ας ὁ ἀπαραίτητος δεσμὸς εἴργει, ἐπιστέλλω σοι, ἄδελφε[…]ε, ταύτην τρίτην ἐπιστολὴν, ἵνα με συνεχῶς εὐφραίνηις περὶ τῆς σωτηρίας σου ἀεὶ γράφων· εὐπορήσεις δὲ ῥᾳδίως τῶν εἰς Ἀλεξάνδρειαν ἀπὸ τοῦ κομιτάτου εἰσιόντων ἐὰν Ἀμμωνιανῶι τῶι ὀπτίωνι τῶνβενεφικιαρίων πέμπηις ἑταίρωι μου ὄντι εἰς τὰ μάλιστα ἔστιν δὲ ὁ ἀνὴρ […]…ω…τος συγγενικὸς ὢν τοῦ διασημωτάτου Θεοδώρου ἅμα δὲ καὶ ἀξίωσίν τινα […] προσεοικυῖαν ὁμοίωι χαρίσασθαι ἐπέστειλα ἵνα μοι αυ…[…] καταπράξηι εἰς ἐφόδια τοῖς παιδίοις […] τροφῶν ἣν […]…μώνιος διὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἡρακλάμμωνος τοῦ κανανικλαρίου […]… τύπον ἔπεμψεν, ὧι καὶ κοινώσει πρότερον εἰ προφθάνει αὐτὸ διηνυκώς, ἵνα μὴ δὶς περὶ τοῦ αὐτοῦ ἡ αἴτησις γίνηται· ψηφισθεὶς γὰρ ἐνταῦθα ὑπὸ τῆς βουλῆς […] δημόσιος γραμματικὸς τὴν σύνταξιν τὴν εἰωθυῖαν οὐ πάνυ λαμβάνω, ἀλλʼ εἰ τύχοι ποτὲ ἐν ὄξεσιν ἀντὶ οἴνων καὶ σίτοις σητοκόποις ὡς καὶ αὐτὸς ἐπίστασαι τὰ παρʼ ἡμῖν πράγματα. ἔσται οὖν σοι …[…]… δυναμένωι καὶ ἐμοί τι συμβαλέσθαι κῆπόν τινα τῶν ἐνταῦθα καταπράξασθαι, ὃν ἐτυγχαν[…]δρομευς τις πρότερον ηἰτημένος ἀντὶ τῶν συντάξεων […]…[…] συγχωρηθέντα, οὗ καὶ τὴν αἴτησιν καὶ τὴν συγχώρησίν σοι ἀπέστειλα καὶ τὸν τύπον τῆς ἡμῶν ἀξιώσεως ἵνα ἤτοι κοινωσάμενος το…[…]… ταῦτα ἢ αὐτὸς διακρίνας τοῦτό μοι χαρίσηι. ἔχεις δὲ καὶ τὴν ποσότητα τῆς συντάξεως διὰ τῆς αἰτήσεως ὅτι φ εἰσιν ἀττικαὶ, καὶ τὸν φόρον τοῦ κήπου ὅτι ἐν χ ἀττικαῖς, καὶ τὸν ἐμὸν χρηματισμὸν ὅτι Λολλιανὸς ὁ καὶ Ὅμοιος Ἀπολλωνι…. σὺ γὰρ καὶ τοὺς ὑπάτους εἴσει καὶ ἁπλῶς τὸ συμφέρον ἡγήσει ὡς ὑπὲρ σχολαστικοῦ καὶ φίλου καὶ δεομένου σκοπῶν· ἔσται δὲ καὶ ἡ ἀντιγραφὴ ἀναμφίβολος πρὸς τὸ μὴ ὑπὸ κακοηθείας …[…]…[…]ἀνασκευασθῆναι. τοῦ δὲ ἑταίρου προκαλουμένου με διὰ Ἡρακλάμμωνος τοῦ κανανικλαρίουἀδελφοῦ αὐτοῦ ὄντος διαπέμψασθαι τὴν αἴτησιν η[…]… μᾶλλον προθυμότερον ὑπ[…] στρατιωτικοῦ ἀπηλλαγμένον. [v] [1] τοῖς γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων ἔθνους αὐτοκράτορσι καίσαρσι Πουπλίωι Λικιννίωι Οὐαλεριανῶι καὶ Πουπλίωι Λικιννίωι Οὐαλεριανῶι Γαλλιηνῶι εὐσεβέσιν εὐτυχέσι σεβαστοῖς παρὰ Λολλιανοῦ τοῦ καὶ Ὁμοίου. ἡ οὐράνιος ὑμῶν μεγαλοφροσύνη, μέγιστοι αὐτοκράτορες τὴν αὑτῆς φιλανθρωπίαν ἐκτείνασα ἐπὶ πᾶσαν ὑμῶν τὴν οἰκουμενην καὶ ἐφʼ ἅπαντα τόπον ἐκπέμψασα καὶ ἐμὲ εἰς εὐελπιστίαν ἤγαγεν ἀξίωσιν ἀνενεγκεῖν τῆι θείαι ὑμῶν τύχηι, ἐχομένην καὶ λόγου καὶ νόμου. ἔστιν δὲ αὕτη· οἱ θεοὶ πρόγονοι ὑμῶν οἱ κατὰ χρόνους βασιλεύσαντες ἐν ἀρετῆι καὶ παιδείαι ἐπιλάμψαντες τῆι αὑτῶν οἰκουμένηι ὥρισαν κατὰ μέγεθος τῶν πόλεων καὶ ποσότητα δημοσίων γραμματικῶν προστάξαντες[…]…[…]εις…[…] παῖδας δίδοσθαι [2] […]…[…] […]…ω[…]φ[…]λομε[…]…ει…[…]ωνδ[…]…ιμα[…]α[…]… […]…οι[…]υ…[…] […]…[…]…ς[…]…α…[…]…[…]…ρας[…] γ…[…]ν διδοσ[…]…α[…]…τω[…]διδ[…]…[…]λον[…]…[…] […]κανων[…]νδεπ[…]…[…]χατ[…]…[…]… δ…στ…[…] τω[…]οσ[…]…ου[…]…ν …[…]…σαιτου…ε…[…]χλεμ[…]…[…]μ…ς…[…] καὶ τὰ πρὸς τὸν βίον χρειώδη επε…[…] δύνασθαι τῶν παίδων ἀσχολούμενον ἀεὶ τῇ αἰτήσει προσλιπαρεῖν ἀνάγκην ἔσχον τὴν ἱκετηρίαν ταύτην τοῖς ἴχνεσιν ὑμῶν προσενεγκεῖν ὑμῶν τοῖς ἴχνεσι, θειότατοι αὐτοκράτορες ἄλυπον μὲν τῶι τῆς πόλεως λόγωι κατὰ τὸ δικαιότατον δέ μοι λυσιτελοῦσαν, ὥστε κῆπον τῆς πόλεως ἔνδον τειχῶν ὄντα καλούμενον παράδεισον Δικτύνου σὺν τοῖς οὖσι φυτοῖς καὶ τῷ πρὸς ἀρδείαν ὕδατι, φέροντα ἐν μισθώσει χ ἀττικὰς, δοθῆναὶ μοι κελεῦσαι τὴν μεγίστην ὑμῶν τύχην, ἵνα αὐτόθεν ἔχων τὰ πρὸς χρείαν πρόσφορα τῇ τῶν παίδων διδασκαλίᾳ προσευκαιρεῖν δύνωμαι καὶ εήσει τὴν οὐράνιον ὑμῶν φιλανθρωπίαν […]…ς […]θα…η…α ο[…]… […]νεδρο…[…]…[…]…κ[…]…ς[…]

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.