Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.2.267

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Τρύφων Διονυσίου Πέρσης τῆς ἐπιγονῆς Σαραεῦτι Ἀπίωνος μετὰ κυρίου Ὀννώφριος τοῦ Ἀντιπάτρου χαίρειν. ὁμολογῶὁμολογῶι ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου διὰ τῆς Σαραπίωνος τοῦ Κλεάνδρου τραπέζης ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς τεσσαράκοντα καὶ τιμῆς ἐνωτίων χρυσῶν ζεύγους ἑνὸς ἀργυρίου δραχμὰςδραχμαι εἴκοσι καὶ χιτῶνος γαλακτίνου ἀργυρίου δραχμὰς δέκα δύο , ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἑβδομήκοντα δύο κεφαλαίου αἷς οὐδὲν τῶι καθόλου προσῆκται, ὑπὲρ ὧν καὶ συνπέπεισμαι. τὰς δὲ τοῦ ἀργυρίου δραχμὰς ἑβδομήκον τα δύο ἀποδώσω σοι τῇ τριακάδι τοῦ Φαῶφι τοῦ εἰσιόντοςἰσιόντος δευτέρου ἔτους Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος, χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται ἐκτείσω σοι τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκἐγ δίκης. ἐὰν δὲ ἀπαλλαγῶμεν ἀπʼ ἀλλήλων ἐξέσται σοι ἔχειν τὸ τῶν ἐνω τίων ζεῦγος ἐν τῆι ἴσῃ διατιμήσει. ἐπεὶ δὲ σύνεσμεν ἀλλήλοις ἀγράφως προσομολογῶπροσομολογῶι ἐὰν ὡσαύτως ἐκ διαφορᾶς ἀπαλλαγῶμεν ἀπʼ ἀλλήλων ἐνκύου σοῦ οὔσης δώσειν σοι εἰς λόγον δαπάνης λοχείαςἕως ἄν σοι απαλου κυρία ἡ ἀποχὴἀποχηι πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι. ἔτους α Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος, Παχὼν κζ Σεβαστῆι. Τρύφων Διονυσίου ἔχω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑβδομήκοντα δύο κεφαλαίου καὶ ἀποδώσω καθότι πρόκειται. Λέων Ἀπερῶτοςερωτος γέγραφα ὑπὲρ αὐτοῦ διὰ μὴ εἰδέναιεἰναι αὐτὸν γράμματα. ἔτους α Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος, Παχὼν κζ Σεβαστῆι. Ὀννῶφρις Ἀντιπάτρου ἐπιγέγραμμαι τῆς Σεραηῦτος κύριος. Θέων ΠαάπιοςΠααήιος γέγραφα ὑπὲρ αὐτοῦ μὴ εἰδότοςἰδότος γράμματα. ἔτους α Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος, Παχὼν κζ Σεβαστῇ. ἔτους πρώτου Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος Παχὼν Σεβαστῆι. διὰ τῆς Σαραπίωνος τοῦ Κλεάνδρου τραπέζης γέγονεν ἡ διαγραφήδιαγραφηι. Σεραηεὺς ἈπίωνοςἈπιων ἀπέχω τὸ προκίμενον κεφάλαιονκεφάλεον κεφαλαίουκεφαλέου καὶ οὐδένοὐδε σε ἐνκαλῶεε. Δίδυμος Βοηθοῦ ἔγραψεν ὑπὲρ αὐτῆςἀδευς μὴμευ εἰδυίαςεἰδ γράμματαγρατα καὶ ἐπιγέγραμμαιἐπιγρε αὐτῆς ρι α ἔτους γ ΤιβερίουΤεβρίου ΚλαυδίουΓλαυτίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ΑὐτοκράτοροςΑὐτουκρακράτορος, Παοῖνι ιε.

Translations (1)

EN scholarly · from P.Oxy. 2
There follow (1) the signature of Tryphon, written for him by Leon, (2) the signature of Onnophris, the guardian of Saraeus, written on his behalf by Theon, son of Paaeis, (3) the docket of the bank through which the payment was made, (4) the signature of Saraeus, written for her, in astonishingly badly spelled Greek, by Didymus, son of Boëthus, acknowledging that she had received back the sum mentioned in the agreement. This acknowledgement of Saraeus is dated Payni 15 in the 3rd year of Claudius.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.