no image
DDbDP-text
Hire of a Mill via HGV-meta
Linked by Trismegistos ID
TM 20549.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐμίσθωσεν Ἰσίδωρος Ἰσιδώρου
Ἡρακλείῳ Σωτηρίχου Πέρσῃ τῆς ἐπιγονῆς ἐκ τῶν ὑπαρχόντων αὐτῶι
μύλων μύλον ἕνα τέλειον Θηβαικὸν ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Μεχεὶρ
μέχρι Μεσορὴ ἐπαγομένων πέμπτης
τοῦ αὐτοῦ ἐνεστῶτος τρίτου ἔτους
Τιβερίου Καίσαρος Σεβαστοῦ, ἐνοικίου
τοῦ ἑσταμένου πρὸς ἀλλήλους
ὑπὲρ τοῦ σημαινομένου μύλου ἑκάστου
μηνὸς ἀργυρίου δραχμῶν δύο τριωβόλων
ἀποδιδότωι δὲ ὁ μεμισθωμένος
τῶι Ἰσιδώρωι τὸ κατὰ μῆνα τοῦ μύλου
ἐνοίκιον ἄνευ πάσης ὑπερθέσεως.
ἀκίνδυνος δὲ ὁ μύλος καὶ τὸ ἐνοίκιον
παντὸς κινδύνου, καὶ μετὰ τὸν χρόνον
ἀποκαταστησάτω ὁ μάνης τὸν μύλον
ὑγιῆ καὶ ἀσινῆ, οἷον καὶ παρείληφεν,
ὅπου ἐὰν συντάσσηι ὁ Ἰσίδωρος ἐν Ὀξυρύγχων πόλει, ἢ τὴν ἑσταμένην
τούτου τιμὴν ἀργυρίου δραχμὰς ἑκατόν ,
ἑκάστου δὲ μηνὸς οὗ ἐὰν μὴ ἀποδῶι,
τὸ ἐνοίκιον μεθʼ ἡμιολίας, τῆς πράξεως οὔσης τῶι Ἰσιδώρωι ἔκ τε τοῦ
μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων, καθάπερ
ἐκ δίκης. κυρία ἡ μίσθωσις πανταχῇ
ἐπιφερομένη.
ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεχεὶρ α.
Ἡράκλειος Σωτηρίχου μεμίσθωμαι
τὸν μύλον ἕως ἐπαγομένων
πέμπτης, καὶ ἀποδώσω τὸ κατὰ μῆνα ἐνοίκιον, καὶ μετὰ τὸν
χρόνον ἀποκαταστήσω τὸν μύλον ὑγιῆ ἢ τὴν τούτου τιμὴν
δραχμὰς ἑκατόν , καθότι πρόκειται. Διονύσιος Διονυσίου
γέγραφα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ
Μεχεὶρ α.
[v]
ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεχεὶρ α.
μίσθωσις Ἰσιδώρου πρὸς Ἡράκλειον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.