no image
DDbDP-text
Letter from Theonas via HGV-meta
Letter from Theonas to Timotheos recommending Pasion for a rug purchase. A private letter from Theonas to Timotheos at Oxyrhynchus, introducing the letter-carrier Pasion and asking Timotheos to help him buy fine rugs, send him to the rug-maker Nepos, and give him lodging if needed. It ends with greetings to and from family members, including Alexandra and Sophia. machine translation
Linked by Trismegistos ID
TM 32726.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου ἀδελφῷ Τιμοθέῳ Θεωνᾶς
πολλά σε προσαγορεύω. πρό γε πάντων εὔχομαι τοῖς θεοῖς τὰ ἐν βίῳ κάλλιστά σοι ὑπαρχθῆναι.
καλῶςποιήσεις, κύριε, περὶ πολλοῦ σοι γενέσθαι Πασίωνι τῷ ἀναδιδοῦντί σοι ταῦτά μου τὰ γράμματα
[…]… φίλῳ ἡμῶν συνωνήσασθαι
[…]ταπήτια κάλλιστα ἀφʼ ὧν οἶδες ὅτι κάλλιστα ἔχουσιν. ἐπέστειλά σοι οὖν, φίλτατε, εἰδὼς
ὅτι οὐκὀκνήσεις ἐν οἷς σοι ἐπιστέλλω. μόνον
τοῦτομαρτυρήσῃ τὰ τῆς προαιρέσεως ἕως ἐμοῦ
[…]ίσοντι. ἐὰν δὲ δέηται ἐπιξενωθῆναι
[…] αὐτὸν ὑποδέξαι. ἄσπασαι πολλὰ
[…]καὶ τὰ αὐτοῦ τέκνα καὶ τὴν ἀδελφὴν
[…]ρσιν, ἄσπασαι πολλὰ Παλλάδα τὴν ἀδελφὴν Ἀλεξάνδρας. ἀσπάζεται ὑμᾶς
πολλὰ Ἀλεξάνδρα καὶ Σοφία. ἄσπασαι
πολλὰ τοὺς ὑμῶν πάντας κατʼ ὄνομα.
πέμψον αὐτὸν πρὸς Νέπωτα τὸν ταπητάριον
ἵνʼ αὐτὸς συνσκυλῇ μετὰ σοῦ. μόνον μὴ ὀκνήσῃς,
κύριέ μου ἄδελφε. ἔρρωσό μοι, κύριε,
πολλοῖς χρόνοις εὖ πράττοντα διὰ βίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.