no image
DDbDP-text
Private Letter via HGV-meta
Letter from Sinthonis to her son Harpokras about a slave and a piglet. A private letter from a mother, Sinthonis, to her son Harpokras about handing over a slave, money brought by another son Eros, goods sent from Koptos, and a piglet to be sacrificed. It is dated 4 September AD 32 and comes from the Oxyrhynchite nome. machine translation
Linked by Trismegistos ID
TM 22223.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σινθῶνις Ἁρποχρᾶτι τῷ υἱῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. κραζόμενα φάσκεις καὶ ἐγὼ φάσκω. λέγει Διδυμᾶς εἰδέναι ὅτι μέλλεις παραδοῦναι τὸν δοῦλόν μοι. ποιῆσαι αὐτὸν τὸν Ἁρπουχρᾶ
δέκα ἔτη παρά σοι κομᾶν μὴ ἀποστῇ ἐπεὶ τὸ ἀργύριν ἐνήνοχέ μοι ὁ υἱὸς Ἔρως διακοσίας δραχμὰς καὶ ἐπιστόλιν εἴληφε παρὰ τοῦ Μεμφείτου ἑκατὸν δραχμῶν μέλλων εἰς τὴν ἑορτὴν δαπανῆσαι. ἀπέσταλκέ σοι ὁ ἀδελφὸς ἀπὸ Κώπτου· ἀπόστειλον Ἁρποχρᾶτι
τῷ ἀδελφῷ· οὐ λελύκαμεν αὐτά. οὐκ οἴδαμεν τί ἐκεῖ γέγραπται. ἐάν τι θέλῃς ἀπόστειλον εἴτε ἄρτους εἴτε πυρὸν ἀπόστειλον. εἰ
θέλεις ἀφῆσαι τὸ χοιρίδιον· μὴ θῦσαι ἕως ὅτου
ἔλθηι· ἀπόστειλον ἐὰν θέλῃς θῦσαι αὐτὸ·
τὸ χοιρίδιον ἀπόστειλον. ἐὰν ἔλθῃ ἡ ἀδελφὴ τῇ μητρὶ αὐτῇ μηδὲν λαβῇς παρʼ αὐτῆς
καὶ εὖ πράττειν.
ἔρρωσο
ἔτους ιθ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ζ
[v]
ἀπόδος παρὰ Σινθώνεως Ἁρποχρᾶτι τῷ υἱῶιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.