no image
DDbDP-text
Letter to Thaesis via HGV-meta
Letter from Herakleides to his mother Thaesis about bakers and chickens. A private letter from Herakleides to his mother Thaesis at Oxyrhynchus, first half of the 4th century AD. He urges her to press certain people, apparently bakers, before a festival, to appeal to the logistes (city curator) if they neglect her, to see to the oil, and to look after the chickens without selling any until he returns. machine translation
Linked by Trismegistos ID
TM 78595.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίᾳ μου μητρὶ Θαήσει Ἡρακλείδης υἱὸς πλεῖστα χαίρειν.
τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ
θεῷ. μὴ ἀμελήσεις οὖν ἐνοχλήσειν αὐτοῖς. ἔντελλε Ἀρτεμιδώρῳ
ὅτι καθὼς εἰρήκαμέν σοι ὅτι μὴ
ἀμελήσεις· ἐὰν ἀπέσχῃ ἡ πρώτη
ἡμέρα τῆς ἑορτῆς μὴ ἀφῇς αὐτοῖς
μηδεμίαν ἡμέραν. ἐὰν μάθῃς
οὖν ὅτι οὐκ ἐφρόντικάν σε, ὕπαγε πρὸς τὸν λογιστὴν καὶ ἔντυχε αὐτῷ ὅτι ἢ δός μοι τοὺς ἀρτοκόπους ἢ δός μοι γράμματα πρὸς
Διονυσόδωρον· ὅτι καὶ μὴ ἀμελήσεις
περὶ τοῦ ἐλαίου. ἀσπάζομαι τὴν
ἀδελφήν μου. ὕπαγε πρὸς τὸν
ἑψατήν μου Μώρου τὸν χειριστὴν
καὶ ὑπάγει τῷ λογιστῇ καὶ βάλλει
αὐτοὺς ἔξω. ὑπηρέτησον τὰ
ὀρνίθια. μὴ πωλήσεις οὖν ἐξ αὐτῶν ἄχρι ἔλθω. ἐρρῶσθαί σε
εὔχομαι πολλοῖς χρόνοις.
[v]
ἀπόδος Θαήσει παρὰ Ὡρίωνος κλιβανέως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.