no image
DDbDP-text
Mortgage Contract via HGV-meta
Linked by Trismegistos ID
TM 16594.
Each record below describes this same artifact or text from a different angle.
[r]
αθας
Θῶνις Ψενεφθᾶτος τοῦ Ψενεφθᾶτος μητρὸς ……
ἀπʼ Ὀξυρύγχων πόλεως πυραίθης Ἀθηνᾶς Θοήριδος θεᾶς
μεγίστης Πέρσης τῆς ἐπιγονῆς τῷ ἐμαυτοῦ ἀδελφιδῷ Θώνει
Ἡφαιστᾶτος τοῦ Ψενεφθᾶτος μητρὸς Τασεῦτος ἀπὸ τῆς αὐτῆς
πόλεως πυραίθῃ τῆς αὐτῆς θεοῦ χαίρειν· ὁμολογῶ ἔχειν
παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου
Ἱέρακος καὶ τῶν σὺν αὐτῷ ἐπιτηρητῶν τραπέζης ἐπακολουθοῦντος Μαρτιᾶλλις ὑπόσχεσιν δεδωκότος ἀργυρίου
σεβαστοῦ νομίσματος δραχμὰς ἑξακοσίας γείνονται ἀργυρίου
δραχμαὶ ἑξακόσιαι κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται
τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι καὶ ἐπάναγκον ἀποδώσω σοι τὸν μὲν
τόκον κατὰ μῆνα τὸ δὲ κεφάλαιον τριακάδι Φαμενὼθ
τοῦ εἰκοστοῦ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου χωρὶς
πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται συνχωρῶ μένειν περὶ σὲ τὸν Θῶνιν Ἡφαιστᾶτος καὶ ἐκγόνους
καὶ τοὺς παρὰ σοῦ μεταλημψομένους ἀνθʼ οὗ ἐὰν μὴ ἀποδῶ
μετὰ τὴν προθεσμίαν τὴν κράτησιν καὶ κυρείαν εἰς τὸν
ἀεὶ χρόνον τῶν ἐπιβαλλόντων μοι μερῶν πάντων κοινῇ
πρὸς τοὺς ἀδελφούς μου Τασενπώθην καὶ τὸν πατέρα σου
Ἡφαιστᾶν ἐπʼ ἀμφόδου Δεκάτης ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐν
ῥύμῃ τυφλῇ οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων
καὶ ἐξόδων ὧν ὅλων γείτονες νότου Σαραπίωνος βορρᾶ εἴσοδος
ἀπηλιώτου Ἄπιος λιβὸς ἐμοῦ καὶ τῶν ἀδελφῶν καὶ τάξασθαί σε
διὰ σεαυτοῦ ἐὰν αἱρῇ τὰ ὑπὲρ τούτων τέλη καὶ δεσπόζειν
αὐτῶν ὡς ἂν πράσεώς σοι γενομένης καὶ τὰ περιεσόμενα
ἀποφέρεσθαι καὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἂν αἱρῇ
μηδεμιᾶς μοι ἐφόδου καταλειπομένης ἀλλὰ καὶ ἀπάνανκον
παρέξομαί σοι καὶ τοῖς παρὰ σοῦ τὰ αὐτὰ μέρη τῶν ἐγγαίων διὰ
παντὸς βέβαια ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ
ἀπὸ ἀπογραφῆς πάσης καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ
οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν
ἄλλου καὶ μέχρι ἀποδόσεως οὐκ ἔξεσταί μοι τὰ αὐτὰ μέρη
τῶν ἐνγαίων οὐδὲ μέρος πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν κατʼ οὐδένα τρόπον οὐδὲ ἀπογράφεσθαι ἐπʼ αὐτῶν οὐδένα ἢ πᾶν τὸ ὑπεναντίως πραχθησόμενον ἄκυρον εἷναι ἐξόντος σοι διὰ σεαυτοῦ ἀπὸ τοῦ
νῦν ὁποτὰν αἱρῇ κατοχὴν τούτων ποιήσασθαι διὰ τῆς τῶν
ἐγκτήσεων βιβλιοθήκης ἄχρι ἀποδῶ σοι τὸ κεφάλαιον
καὶ τοὺς τόκους, αἱρέσεως καὶ ἐκλογῆς οὔσης περὶ σὲ τὸν
Θῶνιν Ἡφαιστᾶτος ἐὰν βούλῃ μετὰ τὸν χρόνον μὴ δικαιοπραγουμένου μου τῷ κεφαλαίῳ καὶ τόκοις κυριεύειν ἀντὶ τούτων τῶν αὐτῶν μερῶν τῆς οἰκίας
ἐπὶ τοῖς προκειμένοις ἢ τὴν πρᾶξιν ποιήσασθαι τοῦ τε
αὐτοῦ κεφαλαίου καὶ τῶν ὠνομασμένων καὶ τοῦ ὑπερπεσόντος χρόνου ἴσων δραχμιαίων τόκων ἑκάστης μνᾶς
κατὰ μῆνα ἕκαστον ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν μερῶν τῆς
οἰκίας καὶ ἐκ τῶν ἄλλων τῶν ὑπαρχόντων μοι πάντων
καθάπερ ἐκ δίκης· κυρία ἡ χεὶρ πανταχῆ ἐπιφερομένη·
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου
σεβαστοῦ εὐσεβοῦς· Φαρμοῦθι δ· Θῶνις Ψενεφθᾶτος τοῦ Ψενεφθᾶτος ἔχω παρὰ τοῦ ἀδελφιδοῦ μου Θώνιος Ἡφεστᾶτος τοῦ αὐτοῦ ἀργυρίου δραχμὰς ἑξακοσίας κεφαλαίου τόκου
δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα
ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι καὶ
ἀποδώσω τὸν μὲν τόκον κατὰ μῆνα τὸ
δὲ κεφάλαιον τριακάδι Φαμενὼθ τοῦ
εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου,
εἰ δὲ μή, κυριεύσει τῶν ἐπιβαλλόντων
μοι μερῶν πάντων κοινῇ πρὸς τοὺς ἀδελφούς μου Τασεμφώθην καὶ τὸν πατέρα αὐτοῦ Ἡφεστᾶν ἐπʼ ἀμφώδου Δεκάτης ἐν τοῖς
ἀπὸ λιβὸς μέρεσι ἐν ῥύμῃ τυφλῇ οἰκίας
καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ
ἐξόδων ἐπὶ πᾶσι τοῖς προκειμένοις ὡς καὶ
[… ? lines lost …]
[v]
☧ σενπώθου ἀδελφοῦ Θώνιος καὶ Ἡφαιστᾶτος
διὰ τραπέζης ἐφʼ ὑποθήκῃ μερῶν
οἰκιῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.