Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.34.2723
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
παρὰ Λουκίου Καλπουρνίου Γαίου καὶ ὡς χρηματίζει γενομένου εὐθηνιάρχου καὶ κοσμητοῦ βουλευτοῦ τῆς λαμπροτάτης πό λεωςπολοεως τῶν Ἀλεξανδρέων γυμνασιάρχου ἐνάρχου πρυτάνεως τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ παρὰ Αὐρηλίας Ἀπολλωνί ας τῆς καὶαι Ἁρποκρατιαίνης Πουπλίου ἀστῆς ὡς ἐν Πτολεμαίδι τῆς ἐν Θηβαίδι τὸ πρὶν χρηματιζούσης Ἀπολλωνίας τῆς καὶ Ἁρποκρατιαίνης Πουπλίου μητρὸς Ἀπολλωνίας ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥω μαίων ἔθη Μάρκου Αὐρηλίου Ἀμμωνίου τοῦ καὶ Γεμεινᾶ καὶ ὡς χρηματίζει καὶ παρὰ τοῦ ταύτης υἱοῦ συνχωροῦσι ἡ μὲν Αὐρηλία Ἀπολλωνία ἡ καὶ Ἁρποκρατίαινα καταγεγραφέναι τῷ τοῦ Καλπουρνίου Γαίου ἀφήλικι υἱῷ Λουκίῳ Καλπουρνίῳ Φίρμῳ τὸ ὑπάρχον ἀυτῇ περὶ κώμην Σοῦιν τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ ἐκ τοῦ Ἀριστοδήμου κλήρου ἀμπελικὸν κτῆμα καὶ καλαμείαν ὂν ἐν ἀμελείᾳ καὶ τὰ ὄντα οἰκόπεδα καὶ ληνὸν καὶ πίθον καὶ στεμφυλουργικὸν ὄργανον καὶ τὰ προσόντα ὑδρεύματα σὺν τῇ ἐπικειμένῃ τούτοις μηχανῇ ἐξηρτισμένῃ πάσῃ ξυλικῇ καταρτίᾳ καὶ σιδηρώσεισιδηρώσι καὶ τὰ τούτων χρηστήρια καὶ ἀνηκον τα καὶ συνκύροντα πάντα ἀρουρῶν ἕνδεκα ἡμίσους τετάρτου ἢ ὅσων ἐὰν ᾖ σὺν τοῖς ἐν αὐτοῖς καὶ περὶ αὐτὴν φοίνιξι καὶ φυτοῖς καὶ ἀκροδρύοις πᾶσι· τῶν δὲ ὅλων γείτονες λιβὸς πλευρισμὸς καὶ ἐκ τῶν ἄλλων τριῶν ἀνέμων τοῦ Καλπουρ νίου Γαίου· καὶ μηδὲν ἄλλο υπεναι ἑαυτῇ τὴν Αὐρηλίαν Ἀπολλωνίαν τὴν καὶ Ἁρποκρατίαιναν ἐπὶ τῆς ειμε ασομ καταγραφῇ· ἐὰν δεν ὑπολελειμμένονὑπολελιμμένον καὶ τοῦτο εἶναι τοῦ ὠνομένου τῶν προκειμένων καὶ καλαμείας ἀρουρῶν ἕνδεκα ἡμίσους τετάρ του ν ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς μυρι αὐτόθι ἀπέσχεν ἡ Αὐρηλία Ἀπολλωνία ἡ καὶ Ἁρποκρατίαινα παρὰ τοῦ Καλπουρ νίου Γαίου σθεν προφερεεσθαι τῷ αὐτῷ ὠνουμένῳ ἀφήλικι αὐτοῦ υἱῷ διὸ απὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν τὸν αὐτὸν ὠνούμενον Καλπούρνιον Φίρ μον σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψομένοις τοῦ καταγραφομένου αὐτῷ ὡς πρόκειται ἀμπελικοῦ κτήμα τος ν καὶ ἡλικίας γενόμενον χρᾶσθαι καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῆ ται· ὂ καὶ βέβαιον παρέξεται ἡ Αὐρηλία Ἀπολλωνία ἡ καὶ Ἁρποκρατίαινα διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ φανη εξα εργασιCross-references (3)
- TM-Text 30395 primary
- DDbDP-Text p.oxy;34;2723 tier-1
- HGV-Text 30395 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.