no image
DDbDP-text
Deed of Divorce via HGV-meta
Deed of divorce between Aurelius Herakles and Aurelia Maria. A deed of divorce in which Aurelius Herakles and his former wife Aurelia Maria, both of Oxyrhynchus, declare that their marriage is dissolved, that each has recovered their own property, and that neither has further claims. Since they have no children, each is free to remarry; the document is dated 26 January 304. machine translation
Linked by Trismegistos ID
TM 16561.
Each record below describes this same artifact or text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ θ καὶ Μαξιμιανοῦ
τὸ η Σεβαστῶν
Αὐρήλιος Ἡρακλῆς Σεραπίωνος μητρὸς
Ο……δινας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης
Ὀξυρυγχειτῶν πόλεως καὶ ἡ γενομένη
καὶ ἀπηλλαγμένη μου γυνὴ Αὐρηλία
Μαρία Ἡρακλείδου μητρὸς Ταυώνιος ἀπὸ τῆς
αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἀπεζεῦχθαι τῆς πρὸς ἀλλήλους συμβιώσεως
καὶ ἕκαστος ἡμῶν ἀπεσχηκέναι τὰ ἑαυτοῦ πάντα ἐκ πλήρους καὶ οὐδὲν σοὶ ἐνκαλεῖν
οὐδὲ ἐνκαλέσειν οὐδὲ ἐπελεύσεσθαι οὐδὲ περὶ τῆς αὐτῆς συμβιώσεως ἐγγράφου ἢ ἀγράφου πράγματος ἢὀφειλήματος ἢ α…ο…ν…[…]…γμ…[…]ως
ἐκ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς
ἐνεστώσης ἡμέρας· τέκνα[…]ν ἐξ
ἀλλήλων μὴ ὄντων […] ἐξουσίαν
ἔχειν ὁπότερος ἡμῶν ἁρμόζεσθαι
ᾧ ἐὰν αἱρώμεθα γάμῳ ἀνευθύνῳ
καὶ ἀνεγκλήτῳ ὄντι. κύρια τὰ τῆς
ἀποζυγῆς γράμματα δισσὰ γραφέντα
πρὸς τὸ ἑκάτερον ἔχειν μοναχὸν καὶ
ἐπερωτηθέντες ὡμολογήσαμεν.
ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ιβ τῶν
κυρίων ἡμῶν Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων
Καισάρων Τῦβι λ
Αὐρήλιος Ἡρακλῆς
ἀπεζεύχθην τῆς πρὸς
σὲ συμβίωσεως καὶ ἔσχον τὰ
ἡμέτερα πάντα ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.