no image
DDbDP-text
Sale of a Slave via HGV-meta
Sale of the house-born slave Thonis alias Epagathos. A contract for the sale of a slave drawn up at Oxyrhynchus in March 212 AD. Statoria Philoxena, a Roman woman acting without a guardian by the right of children, sells her house-born slave Thonis alias Epagathos, aged about 19, to Lucius Valerius Severus alias Melas for 1,600 drachmas, after an official examination of the slave by the strategos Didymos. machine translation
Linked by Trismegistos ID
TM 16567.
Each record below describes this same artifact or text from a different angle.
[…]…[…]
ἔτους[…] Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνείνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ
μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Ἀρτεμεισίου
Φαμενὼθ η ἐν Ὀξυρύγχων πόλει
ἐπὶ ἐπιτηρητῶν ἀγορανομίου Δωροθέωνος καὶ τοῦ σὺν αὐτῷ.
ἐπρίατο Λούκιος Οὐαλέριος Σεουῆρος ὁ καὶ
Μέλας ὡς ἐτῶν μδ οὐλὴ ῥινὶ μέσῃ παρὰ
Στατωρίας Φιλοξένας ὡς ἐτῶν ν οὐλὴ καρπῷ
δεξιᾶς χειρὸς χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ
ἐν ἀγυιᾷ τὸν ὑπάρχοντα αὐτῇ οἰκογενῆ ἐκ δούλης Ἰσιδώρας δοῦλον Θῶνιν
τὸν καὶ Ἐπάγαθον ὡς ἐτῶν ιθ παράστραβον οὐλὴ
μετώπῳ ἀνακριθέντα ὑπὸ τοῦ τοῦ νομοῦ
στρατηγοῦ Διδύμου τῷ ὄντι μηνὶ ἀκολούθως οἷς ἐπέδωκεν αὐτῷ ὁ ὠνούμενος
τῆς ἀνακρίσεως βιβλιδίοις έν τὸ ἐπὶ
ὑπογραφῇ τοῦ στρατηγοῦ μοναχὸν ἔσχεν παρʼ ἑαυτῷ ὁ αὐτὸς ὠνούμενος ὅστις καὶ αὐτόθι παρείληφε παρὰ
τῆς Στατωρίας Φιλοξένας τὸν δοῦλον
Θῶνιν τὸν καὶ Ἐπάγαθον τοῦτον τοιοῦτον ἀναπόρριφον πλὴν ἱερᾶς νόσου
καὶ ἐπαφῆς τὰς δὲ συνπεφωνημένας
ὑπὲρ τιμῆς τοῦ αὐτοῦ δούλου Θώνιος
τοῦ καὶ Ἐπαγάθου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας ἑξακοσίας αὐτόθι ἀπέσχεν ἡ Στατωρία Φιλόξενα παρὰ τοῦ
ὠνουμένου Σεουήρου τοῦ καὶ Μέλανος ἐκ πλήρους. πωλεῖ καὶ βεβαιοῖ ἡ
Στατωρία Φιλόξενα τὸν αὐτὸν δοῦλον ὡς πρόκειται ἐν ἀγυιᾷ τῇ αὐτῇ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.