no image
DDbDP-text
Registration of a Child via HGV-meta
Registration of a son with the phylarchy of Oxyrhynchos. A declaration to the officials of the phylarchy of Oxyrhynchos in which Marcus Aurelius Eudaimon asks that his 11-year-old son Aurelius Eudaimon be registered for the first time among minors of his age group in the Cavalry Camp quarter. It was written in late August 285, in Diocletian's first year, by a scribe for the illiterate father. machine translation
Linked by Trismegistos ID
TM 15760.
Each record below describes this same artifact or text from a different angle.
τοῖς διοικοῦσι τὰ κατὰ τὴν φυλαρχίαν τῆς λαμπρᾶς καὶ
λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τοῦ ἐνεστῶτος α ἔτους διὰ
Αὐρηλίων Ὡρίωνος Θέωνος καὶ Νίλου τοῦ
καὶ Ἀθηναίου καὶ Μέλανος Μέλανος καὶ τῶν
σὺν αὐτοῖς παρὰ Μάρκου Αὐρηλίου Εὐδαίμονος Ἡρακλείδου τοῦ Διοσκόρου μητρὸς Ταύριος
ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι πρώτως
ἀναγραφῆναι ἐφʼ οὗ καὶ ἐγὼ ἀναγράφομαι
αὐτὸς ἀμφόδου Ἱππέων Παρεμβολῆς
τὸν γεγονότα μοι ἐκ τῆς συνούσης μοι
γυναικὸς Αὐρηλίας Νίκης ἤτοι Ταιάδος
ἀπὸ τῆς αὐτῆς πόλεως υἱὸν Αὐρήλιον
Εὐδαίμονα δωδεκάδραχμον ἀπὸ γυμνασίου ὄντα πρὸς
τὸ ἐνεστὸς α ἔτος ἐτῶν ια. διὸ ἐπιδίδωμι
τὸ ὑπόμνημα ἀξιῶν ταγῆναι αὐτὸν διὰ τῆς
καταχωριζομένης ὑφʼ ὑμῶν γραφῆς
ἀφηλίκων ἐν τῇ τῶν ὁμηλίκων τάξει
ὡς καθήκει καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι.
ἔτους α Αὐτοκράτορος Καίσαρος Γαΐου Οὐαλερίου
Διοκλητιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
ἐπαγομένων …
Αὐρήλιος Εὐδαίμων ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς
πρόκειται. Αὐρήλιος Ἀσκλᾶς
ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
Ἱππέων Παρεμβολῆς …[…]……
[…]……[…] …[…]…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.