no image
DDbDP-text
Harpocras to Thracidas via HGV-meta
Letter from Harpokras to his father Thrakidas about his recovery. A private letter from Harpokras to his father Thrakidas, reassuring him that his brief illness is over and that his father's letter cheered him like a divine oracle. He sends a sandal worth 4 drachmas with the letter carrier Petechon and greets family members; written at Oxyrhynchus in AD 76. machine translation
Linked by Trismegistos ID
TM 22470.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἁρποκρᾶς Θρακίδᾳ τῶι
πατρὶ πλεῖστα χαίρειν.
εἰδώς σε χαρησόμενον, ἀναγκαίως σοι ἔγραψα μηθὲν περὶ
ἐμὲ εἶναι ἀλλὰ μόνον πρὸς
ὀλίγας παντελῶς ἡμέρας
νωθρότερον ἐσχηκέναι καὶ
ἔτι πάλαι κομψότερον ἐσχηκώς, καὶ οὐδὲν περὶ ἐμέ ἐστιν.
ἐχάρην δὲ μεγάλως διαναγνούς σου τὴν ἐπιστολήν,
ἐν ᾗ σε ἐρρωμενέστατον ἐπέγνων, δέσποτα πάτερ, καὶ ὅτι
σοβαρῶς τὴν ψυχὴν εἶχον
λαβών σου τὴν ἐπιστολήν,
ὑπὸ τὴν ὥραν ἐνόμισα μὴ θεοῦ χρησμός ἐστι, καὶ περισσοτέρως ἔρρωμαι. κόμισαι παρὰ
Πετεχῶντος τοῦ καὶ κομίζοντός σοι τὴν ἐπιστολὴν σανδάλιον
δραχμῶν δ. περὶ δὲ ὧν ἔτι χρείαν ἔχεις
ἐν τάχει μοι δήλωσον ὡς ἔτι
ὀλίγας ἐνθάδε ἡμέρας ἔχω…
ἄσπασαι Θατρῆν τὴν μητέρα καὶ
Θαισοῦν καὶ Σαραπίωνα καὶ Ἀρίστωνα
καὶ Τυχάριον καὶ Νίκην καὶ Εὐτυχ
καὶ τοὺς ἐν οἴκωι πάντας.
ἔτους η Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ Μεχεὶρ β.
[v]
ἀπὸ Ἁρποκρᾶτος Θρακίδᾳ πατρί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.