no image
DDbDP-text
Proceedings before the Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 15267.
Each record below describes this same artifact or text from a different angle.
[v]
…
ὑπομνήματα μηνὸς ……[…]………
ὑπομνήματα μηνὸς Φαμενὼθ τοῦ ιθ θ ἔτους ἐπὶ Διοσκουρίδου
λογιστοῦ πρὸς καταχωρισμόν.
[r]
……[…]……[…]…[…]…[…]…ι…[…] ἐπὶ παρόντων ……… […]…αρχο……………
προπολιτευομένων καὶ Τείρωνος Ἡρακλείδου καὶ πλείστου μέρους τῶν δημοτῶν διὰ Σαραπίωνος Ταυς[…]…[…]…[…] καὶ Παράμμωνος καὶ Ἄμμωνος
καὶ Ἀμμωνίου καὶ ἄλλων. ὁ λογιστὴς εἶπεν· κατὰ τὴν ἀρχὴν κελευσθέντες ὑπὸ τοῦ διακοσμήσαντος
τὸν θρόνον τῆς ἡγεμονίας Σαβινιανοῦ ὥστε ἀπαιτῆσαι εἴτε κτήτορας ἢ βουλευτὰς
παγανοὺς ἀριθμὸν χρημάτων, οὕτως ἀπῃτήσατε καθὼς προστέτακται. νῦν δὲ γράμματα ἐκομισάμην τῆς ἀνδρείας τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου
τ………… τῶν παγανῶν ………θῆναι ἐκ πλήρους μέχρι ἀσσαρίου ἑνός . ἐπεὶ οὖν
μετεκαλεσάμην ὑμᾶς τοὺς γενομένους συνωνητὰς τῶν στιχαρίων ὀνομασθέντας καὶ πεμφθέντας ὑπὸ τοῦ αὐτοῦ ἡγεμονεύσαντος Σαβινιανοῦ ὥστε τοὺς δημότας λαβεῖν
αὐτῶν τὸ ἀργύριον τὸ προσταχθὲν ὑπὸ τῆς ἀρετῆς τοῦ αὐτοῦ κυρίου
μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου παραινῶ ὑμῖν ὥστε
δοῦναι αὐτοῖς τὸ ἀργύριον καὶ εἰ μὲν βούλονται βουλευταὶ ἢ κτήτορες καθὼς προστέτακται
ὑπὸ τῆς μείζονος ἐξουσίας συνωνήσασθαι τὰ στιχάρια ἃ ἐλέγετε ἐνηνοχέναι δύνανται
πωλεῖν οἵας τιμῆς βούλονται. Λευκάδιος ἀπεκρίνατο· ὁ κύριος μου ὁ διασημότατος
πρὸς τῇ ἡγεμονίᾳ γενόμενος Σαβινιανὸς προσέταξεν ἀπαντῆσαι ἡμᾶς εἰς Τύρον καὶ τὴν
συνωνὴν τῶν παραγαυδίων ποιήσασθαι καὶ ἀνέστειλα ἀντʼ ἐμαυτοῦ τὸν βοηθὸν καὶ
τὴν συνωνὴν πεποίηται ἑκάστου στιχαρίου δηναρίων μυριάδων ϛ Ε χωρὶς τῶν ἀναλωμάτων καὶ ἠνέχθη
τὰ στιχάρια καὶ ἐνταῦθα ἐστιν καὶ εἰ μὲν βούλει ταῦτα ἐνέγκαι πρὸς σὲ καὶ διαδοῦναι οἷς
βούλει καὶ δὴ εἰπέ· μόνον ἀσφάλειαν θέλω ε…[…]…ραθ… οὐδὲ γὰρ τὸ ἀργύριον οι…[…]
…[…]…α…[…]…[…]…… δύναμαι ἅψασθαι. ὁ λογιιστὴς εἶπεν·
τὰ στιχάρια οὐ λαμβάνουσι οἱ παγανοί, οὐ γὰρ ἐκελεύσθησαν λαβεῖν, ἀλλὰ τὸ ἀργύριον
ὅπερ καὶ παρὰ τὴν εὐχὴν δεδώκασι. εἰ μὲν οὖν παρεκομίσατε τὰ στιχάρια, τοῖς
συνβουλευταῖς δύνασθε παραχωρῆσαι τοῖς κελευσθεῖσιν ὠνήσασθαι καὶ τοῖς κτήτορσιν
καὶ δοῦναι τὸ ἀργύριον τοῖς παγανοῖς· ποιήσατε. Λευκάδιος πρύτανις εἶπεν· ἐγὼ ἀλλότριός εἰμι τῶν
παγανῶν· παραγαύδια ἠνέχθη· λαβέ, δός μοι ἀσφάλειαν καὶ δὸς οἷς βούλει. ὁ λογιστὴς εἶπεν·
α………[…]……[…]…… ἀποδοῦναι μέχρι ἀσσαρίου ἑνός . Λευκάδιος πρύτανις εἶπεν·
λαβὲ σὺ τὰ στιχάρια καὶ πώλει ἢ ὃ θέλεις πρᾶττε· μόνον δός μοι ἀσφάλειαν. πίστιν ἐγὼ
ἔσωσα. ὁ λογιστὴς εἶπεν· πόσα στιχάρια ἠγάγετε τῶν ταλάντων Ζ παρὰ τῶν δημοτῶν;
Λευκάδιος πρύτανις εἶπεν· εἰς πάντα λόγον ἠνέχθη στιχάρια ρν ἑκάστου στιχαρίου δηναρίων μυριάδων ϛ 𐅵
καὶ ὑπὲρ ἀναλωμάτων δηνάρια Ε ἀνάλωται. δίδωμί σοι τὸν λόγον εἰς ἕκαστον κατὰ τὴν
κέλευσιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγεμονεύσαντος Σαβινιανοῦ.
ὁ λογιστὴς εἶπεν· δ……[…]… ἢ δὸς οἷς βούλει τὰ στιχάρια οἵας βούλει τιμῆς. πάντως γὰρ
δεῖ κατὰ τὴν πρόσταξιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου
τὸ ἀργύριον ἑαυτῶν μέχρι ἀσσαρίου ἑνὸς ἀπολαβεῖν.
ἔτους ιθ θ Φαμενὼθ ζ, ὑπατείας Πρόκλου καὶ Παυλίνου.
[…]…[…]…[…]φάνου παρέδρου.
Θέων ῥήτωρ εἶπεν· Σαραπίων Ἀφυγχίου ἐπὶ παρούσῃ Ἑλένῃ γυναικὶ αὐτοῦ. τὴν γαμετὴν
ἑαυτοῦ περιγραφομένην θεωρῶν ὁ βοηθούμενος λόγῳ μὲν καὶ τῷ δοκεῖν τῇ ἐντυχίᾳ κέχρηται ἀνενεγκὼν ἐπὶ
τὴν ἡγεμονίαν τὴν τότε, ἔργοις δὲ καὶ αὐταῖς ταῖς δυνάμεσιν ἴδιον κτῆμα
ἡγούμενος εἶναι ταῦτα τὰ εἰς τὴν γυναῖκα μεταπηδήσαντα ὁμοίως τὴν ἐκδικίαν.
ποιούμενος τῇ αὐτῇ ἀναφορᾷ κέχρηται. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· περιττῶς μὲν ἀνήνεγκεν ἐπὶ τὴν ἡγεμονίαν· ἐπειδὴ δὲ ἁπαξαπλῶς νόμος ἐστὶν ὥστε τοὺς χαμαιδικαστὰς ἀκοῦσαι τοιούτων τῶν πραγμάτων, δίδωμι τὴν ἀκοὴν τῷ πράγματι καὶ ἀκούω τῆς
ὑποθέσεως. Θέων ῥήτωρ εἶπεν· ἕστηκεν ἡ γυνὴ ………[…] τοῖς ἀνενεχθεῖσιν καὶ τοῖς λεγομένοις ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ἐκγόνων τοίνυν ἰδίων κόσμον περιποιησάμενος χρύσινον
παρέθετο τῇ ἑαυτοῦ γαμετῇ. ταῦτα τὰ εἴδη ἡ παῖς ὡς ἂν πρὸς πλείονα φυλακὴν
παρέθετο τῇ μητρὶ τῇ τοῦ βοηθουμένου· ἐκείνη καλῶς ποιοῦσα ἡνίκα
………[…]…[…]… βουλημάτιον συνισταμένη ἠθέλησεν πάντα τὰ εἴδη
ἀποκατασταθῆναι τῇ παιδί. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· τὸ βουλημάτιον διαλέγεται παραθήκην εἶναι καὶ δεῖν ἀποκατασταθῆναι τῇ παιδὶ ἢ οὐ; Θέων ῥήτωρ εἶπεν· οὕτως ἔχει καὶ ἀναγινώσκω.
ὁ λογιστὴς εἶπεν· ἀνάγνωθι. καὶ ἀνεγνώσθη· μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τίς ἐπήνεγκεν
τῇ λογιστείᾳ τὸ βουλημάτιον πρὸς λύσιν; Θέων ῥήτωρ εἶπεν· ἡμεῖς, παρʼ ᾗ Δημέας οὐκ ἀντεῖπεν.
ἀλλʼ ἐπειδὴ ἐδόκει χρόνον διατρέχειν τῆς γυναικὸς τῆς ἐχούσης τὰ εἴδη τῆς παρούσης Ταπατρίνιος ὑπερτιθεμένης διὰ τοῦτο ἐδέησεν ἡμᾶς εἰς ἀνάγκην ἐλθόντας καὶ τῆς ἡγεμονίας
[…]…[…]………………[…]………[…]… πρὸ δίκης μὲν μηδεμίαν…ιαν γείνεσθαι, ἀποδοθῆναι δὲ τῇ παιδὶ κατὰ τὴν βούλησιν τῆς μητρὸς τοῦ
βοηθουμένου τὸ χρυσίον. Δημέας ἀπεκρίνατο· δέδωκα. Θέων ῥήτωρ εἶπεν· ἕστηκεν ἡ παῖς, ἕστηκεν δὲ
καὶ ἡ τὸ χρυσίον ἔχουσα. λοιπὸν οὐδὲν ὑπολείπεται ἢ ἀγανακτήσασαν
τὴν σὴν ἀγχίνοιαν ὅτι τολμᾷ τις ὑπεναντίον βουλήματος γεγενημένου
διαπράξασθαι ἀποφήνασθαι καὶ τὴν γυναῖκα τὴν διακατέχουσαν ἀποδοῦναι ἡμῖν· συνορᾷ γὰρ ἡ σὴ ἐμμέλεια ὡς καὶ τέκνων δικαίῳ γεγένηται τὸ γύναιον. Ἀμμώνιος ῥήτωρ εἶπεν· συνχώρησον εἰπεῖν. Θέων ῥήτωρ εἶπεν· παραγράφομαι
……… Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐγὼ πρὸς τὴν ἐναγωγὴν λέγω. Θέων ῥήτωρ εἶπεν·
ληρεῖ· τὶς ἐδιδάξατο αὐτὸν εἰπάτω. ὁ λογιστὴς εἶπεν· τίς ὢν ἀντιλέγεις; Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐγὼ ἀντιλέγω πατὴρ ὢν τῆς παρούσης παιδὸς καὶ ὅτι αἱ ἐντολαὶ
Ἀλεξάνδρας ἐπληρώθησαν. ὁ λογιστὴς εἶπεν· πρὸ πόσου χρόνου ἡ Ἀλεξάνδρα
ἀπεγένετο; Δημέας ἀπεκρίνατο· πρὸ τριῶν ἐτῶν. Ἀμμώνιος ῥήτωρ εἶπεν· ἔστωσαν κύριαι
αἱ διαθῆκαι. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· εἴτε παρὰ τῷ πατρί ἐστιν τὰ εἴδη
εἴτε παρὰ τῷ ἀνδρὶ ἢ παρὰ τῇ Ταπατρίνῃ τῇ παρούσῃ δεήσει κατὰ τὸ βουλημα…[…]……[…]…[…]α………[…]…… ταῦτα ἔχειν
[…]…ν εἰ βούλεται ἀπὸ ἰδίας γνώμης τῷ ἀνδρὶ δοῦναι, ἐξουσίαν ἔχει
[…]…[…]…[…] τῷ ἀνδρὶ μήτηρ … τέκνων γεγένηται ὑπὲρ τοῦ ἁπαξαπλῶς
τῶν ἰδίων ἀπολαύειν ὧν
διετάχθη παρὰ τῆς γαμβρᾶς αὐτῆς τῆς ἀναπαυσαμένης.
ἔτους ιθ θ, Φαμενὼθ ιζ. πρὸς τῷ λογιστηρίῳ. ἐπὶ παρόντων Ὡρίωνος καὶ
Ἡρᾶ ὑπηρετῶν καὶ Εὐλογίου παρέδρου. Θέων ῥήτωρ εἶπεν· Ταχῶνσις Ἀμόϊτος ἀπὸ κώμης Ἰσίου Παγγᾶ ἐπὶ παρόντι Σύρῳ Λίβυϊ. πολὺ τὸ παραλλάττον καθέστηκεν. Λίβυς γὰρ ὢν πάροικος […]…[…]…ι…ον περιπεσὼν τῇ ἀπουσίᾳ τῆς
συνηγορουμένης ἐπελήλυθεν οἰκοπέδῳ διαφέροντι αὐτῇ καὶ εἰ μὲν
δεσπότης ἐν τούτῳ δικ……[…]…… ἀπὸ καταγραφῶν ἢ ἀπὸ
διαθήκης τοῦ πατρὸς ………πα…φ…[…]…[…]
[…]…[…]…[…]……………[…] τοιοῦτον ἐπιφέρει ἀξιοῦσα
αὐτὸν ἀναχωρεῖν τῆς βίας ἧς καθʼ ἡμῶν ἐργάζεται. τούτου γὰρ ἕνεκα τῇ ἡγεμονίᾳ ἐντετυχήκαμεν, καὶ ἐκδικίας τυχεῖν ἐνταῦθα πάρεσμεν.
ὁ λογιστὴς εἶπεν· τί πρὸς ταῦτα λέγει Σύρος; πόθεν διακατέχεις τὸ οἰκόπεδον; Σύρος ἀπεκρίνατο· ἀπὸ διαδοχῆς τοῦ πατρός. ὁ λογιστὴς εἶπεν· τὰ
γνωρίσματα τῆς δεσποτείας παράστησον. λεγέτω ἀπὸ
τίνος εὔχεται. Θέων ῥήτωρ εἶπεν· Ταχῶνσις θυγάτηρ γείνεται Ἀμόϊ. Ἀμόϊς δὲ
Σύρῳ …[…]…[…]…[…]…[…]…[…]…[…]……ειλε. ὁ λογιστὴς εἶπεν· μή τινες συνεκληρονόμησαν τῇ γυναικί; Ταχῶνσις ἀπεκρίνατο·
ἀδελφὸν εἶχον, ἀπέθανεν. ὁ λογιστὴς εἶπεν· σὺ μόνη ἐκληρονόμησάς σου τὸν πατέρα; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς εἶπεν· τὸ οἰκόπεδον τοῦτο
τίνος ἐστίν, μητρῷον ἢ πατρῷον; Ταχῶνσις ἀπεκρίνατο· ἀπὸ τοῦ πάππου
ἔσχεν ὁ πατήρ μου, ἀπὸ τοῦ πατρὸς ἐγώ. ὁ λογιστὴς εἶπεν· μή τι ὁ ἀδελφός σου
πέπρακεν περιών; Ταχῶνσις ἀπεκρίνατο· οὐ. Θέων ῥήτωρ εἶπεν· παραστησάτω τῆς
δεσποτείας τὰς ἀποδείξεις ἢ ἀναχωρησάτω. Σύρος ἀπεκρίνατο· μετὰ τὴν
αὔριον ἐπιφέρω, οὐερεδάριος γὰρ ἐλθὼν ἤγαγέν μοι ἀπὸ Ἀλεξανδρείας. ὁ λογιστὴς εἶπεν· Λίβυς δὲ τῷ γένει εἶ; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς εἶπεν·
καὶ αὐτὸς ὁμολογεῖ ξένος εἶναι τῆς πολιτείας· καὶ μέμνημαι ὡς
τῆς γυναικὸς κέλευσιν ἐπενεγκούσης τῇ ἐμῇ μετριότητι τοῦ
κυρίου μου τοῦ διακοσμήσαντος τὸν θρόνον τῆς ἡγεμονίας Σαβινιανοῦ
…[…]…[…]…[…]…[…]… κελεύειν προ[…]…σι
[…]…[…]… ἐπεὶ τοίνυν […]…[…]… σήμερον ἐπὶ τῶν τόπων
παρακεκομίσθαι αὐτῷ τὰ βιβλία καὶ μετὰ τὴν αὔριον ἐποίσειν
τὰς ἀποδείξεις, δύναται […]…κων δεσπόζειν κατὰ τὰ
ἐγκείμενα μέρη. εἰ δὲ μὴ περιποιῇ, ἀλλότριός ἐστιν
τοῦ οἰκοπέδου τοῦ ἐλθόντος εἰς τὸ γύναιον ἀπὸ κληρονομίας
[…]…[…]…[…]β[…]υ.
ὑπατείας Πρόκλου καὶ Παυλίνου τῶν λαμπροτάτων.
ἔτους ιθ θ , Φαμενὼθ κα. ἐν τῷ Ἁδριανίῳ. ἐπὶ παρόντων Βερενικιανοῦ βοηθοῦ
καὶ Θεοδώρου τοῦ καὶ Ὡρίωνος καὶ Ἀμμωνᾶ καὶ Ἰσχυρίωνος Ἀνουβίωνος
τῶν τεσσάρων σφραγιστῶν καὶ Διογένους ταβελλίωνος καὶ Ὡρίωνος
ὑπηρέτου. Διογένης ταβελλίων εἶπεν· Τανεχῶντις ἐπινόσως ἔχουσα
μετεκαλέσατό με καὶ ἠξίωσεν γραφῆναι αὐτῇ βουλημάτιον τῆς
…[…]… αὐτῆς […]… Ἡρακλᾶς βιβλιοφύλαξ ἐντο[…]
…[…]…[…]…[…] τοῦ βίου ἀπέλθοι …[…] πρὸςλύσιν. ἐπεὶ τοίνυν τετελεύτηκεν, σήμερον ἐπιφέρεται τὸ βουλημάτιον τῇ σῇ ἐμμελείᾳ πρὸς
λύσιν. ὁ λογιστὴς εἶπεν· σύ, Ἡρακλᾶ, ἐνεχειρίσθης τὸ γραμμάτιον ἐπενέγκαι
πρὸς λύσιν; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς Διογένι εἶπεν· κατὰ γνώμην τῆς
Τανε χώντιδος συνεστήσω τὸ γραμμάτιον; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς εἶπεν· τί νων παρόντων; ἀπεκρίνατο· τῶν σφραγιστῶν. ὁ λογιστὴς εἶπεν· πόσοι εἰσὶ
σφραγισταί; Διογένης εἶπεν· ἑπτά , τέσσαρες δὲ πάρεισι. ὁ λογιστὴς εἶπεν· ὑπο γραψάτωσαν οἱ τέσσαρες ἐπεγνωκέναι ἑαυτῶν τὰς σφραγῖδας. καὶ τῶν
παρόντων σφραγιστῶν ὑποσημειωσαμένων ἐπεγνωκέναι
ἑαυτῶν τὰς σφραγῖδας, ὁ λογιστὴς εἶπεν· λυθήτω τὸ γραμμάτιον
καὶ ἀναγνωσθήτω. καὶ γραμματίου Τανεχῶντιδος ἀπὸ τῶν
αὐτὸθι λυθέντος καὶ ἀναγνωσθέντος κεχρονισμένου εἰς τὴν ἐνεστῶσαν ὑπατείαν, Φαμενὼθ κ,
μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τὸ μὲν σῶμα τῆς κατοιχομένης
τῇ ὁσίᾳ παραδοθήσεται· οἱ δὲ ἐνγεγραμμένοι κληρονόμοι φρον τιοῦσι τὰ ἀντίγραφα διδόντες τοῦ βουληματίου λαμβάνειν τὸ αὐθεντικόν …[…]………[…]…[…]…[…]…μον γενέσθαι.
ἔτους ιθ θ , Φαμενὼθ κβ. πρὸς τῷ Καπιτωλίῳ. ἐπὶ παρόντων
Ὡρίωνος ὑπηρέτου καὶ Εὐλογίου παρέδρου, Ἀμμώνιος ῥήτωρ εἶπεν· Χαιρήμων
ὁ καὶ Ἰσχυρίων βουλευτὴς τῆς[…] πόλεως ἐπὶ παρούσῃ Θαήσει
Ἡρακλᾶτος ἀπὸ τῆσδε τῆς πόλεως. ὑπάρχει τῷ βοηθουμένῳ
οἰκία ἐπὶ τῆς αὐτῆς πόλεως ἣν ……ον Ἑρμείας γεωμέτρης
υἱὸς Παπιρίωνος καὶ ……ο…σης ἀλλʼ ἐπὶ τὴν Ὄασιν ἐκεῖνος διαβὰς
[…]………ογη……[…]…ον ὑπὸ σημάντροις ποιήσας αὐτὴν …[…]…νηνδε………[…]……ιαν τοὺς τόπους ἔχειν
ἀξιοῦντες καὶ τὰ σήμαντρα ἀφαιρεθῆναι. προνοίᾳ τῆς σῆς ἐμμελείας προστέτακται τοῦτο γείνεσθαι, καὶ ἀξιοῦμεν ἐπείπερ ἀπολείπεται σήμερον
ἐν κυρίᾳ ὁ Ἑρμείας τῆς μητρὸς παρούσης ὅτι δὴ μάλιστα καὶ παῖς
ὑποχείριός ἐστιν τὸ πρόσταγμα ἐπὶ πέρας ἀχθῆναι. ὁ λογιστὴς εἶπεν·
τί λέγει Θαῆσις; ποῦ Ἑρμείας ὁ σὸς υἱός; ἀπεκρίνατο· εἰς Ὄασιν ἀπῆλθεν·
ἀπεκηρύξαμεν αὐτόν· οὐκ ἔχω πρᾶγμα πρὸς αὐτὸν οὐδὲ ὁ πατὴρ
αὐτοῦ προδ[…]………των ἀπεπεμψάμεθα αὐτὸν παρὰ τῇ ἡγεμονίᾳ
[…]ὁλογιστὴς εἶπεν· οἱ νόμοι κελεύουσιν[…]……ον ἀποχα…[…]…λιων. ἐπεὶ οὖν
[…]……[…]……… ἡγεμονικὴν περὶ τοῦ ἔχειν
τὴν οἰκίαν αὐτοῦ καὶ …[…]……ει κατὰ ἐνοίκησιν
Ἑρμείας ἠξίωσεν δὲ ἐξαρι[…]…το …… ἐκταγησετ[…]
…ι…ιος οσε…[…]…ποιήσεται τὰ σκεύη ἐκείνου καὶ ἐάσει ενεν[…]
………………[…]ου τόπους Χαιρήμονα.
Ἀμμώνιος ῥήτωρ εἶπεν· ἀξιοῦμεν …[…]…[…]… […]ν δημοσι…[…]
[…]…………ρ…[…]
ὁ λογιστὴς εἶπεν· ἐν τῇ αὔριον γενήσεται ὃ ἠξιώσατε.
ἔτους ιθ θ , Φαμενὼθ ιθ. πρὸς τῷ γυμνασίῳ. ἐπὶ παρόντων
Καπιτωλίνου ἄρξαντος τῶν αὐτόθι καὶ Σαραπίωνος Ἑρμείου καὶ
Ἰσίωνος Ἡρᾶτος καὶ Ἀμοϊτᾶ Σιλβανοῦ καὶ Ὡρίωνος Ὡρίωνος τῶν δ
σφραγιστῶν καὶ Ὡρίωνος ὑπηρέτου καὶ Εὐλογίου παρέδρου, Ποιμένιος ῥήτωρ εἶπεν· τὴν κοινὴν καὶ τεταγμένην ἐπὶ
πάντων ὑπὸ της…[…]…του βίου ὑπεστη[…]…
[…]……[…]…[…]……ησεως τῆς ἑαυτοῦ γνώμης …η……[…]…… καὶ προσκαλεσάμενος τὸν αἰδεσιμώτατον Καπιτωλῖνον βουλευτὴν τῆσδε τῆς πολιτείας ἐνεχείρησεν ἐντολὰς παρασχόμενος εἰ τοῦ βίου ἀπέλθοι ἐπενεγκεῖν τῇ σῇ
ἐντρεχείᾳ κατὰ τὸ ἔθος πρὸς τὸ λυθῆναι καὶ γνωσθῆναι τὰ ἐν αὐτῷ
γεγραμμένα. τούτου ἕνεκα ἐνταῦθα ἀπήντησεν τὴν ἐκείνου
γνώμην ἀποπληρῶν καὶ ἀξιοῖ τὴν λύσιν τοῦ βουλήματος κατὰ
νόμους γενέσθαι. ὁ λογιστὴς εἶπεν· τί λέγει ὁ παρὼν Καπιτωλῖνος;
σοὶ παρέθετο ὁ ἀναπαυσάμενος τὸ γραμμάτιον τοῦτο; ἀπεκρίνατο· ναί.
[…] ἑπτὰ μέν εἰσι
[…]……[…]………… κυρια. ὁ λογιστὴς εἶπεν·
τίς ἐστιν ὁ συστησάμενος ταβελλίων; Ποιμένιος ῥήτωρ εἶπεν· ἐγώ. ὁ λογιστὴς εἶπεν· ἕκαστος τῶν παρόντων σφραγιστῶν ὑπογραψάτω ἐπεγνωκέναι ἑαυτοῦ τὰ γράμματα καὶ τὴν σφραγῖδα. καὶ τῶν παρόντων σφραγιστῶν
ὑποσημειωσαμένων ἐπεγνωκέναι ἑαυτῶν τὰς σφραγῖδας,
ὁ λογιστὴς εἶπεν· λυθήτω καὶ ἀναγνωσθήτω τὸ γραμμάτιον.
καὶ ἀναγνωσθέντος γραμματίου φ…[…]…[…] Βησαρίωνος οὐετρανοῦ
καταμένοντος ἐν τῇδε τῇ πόλει κεχρονισμένου εἰς ὑπατείαν τῶν
δεσποτῶν ἡμῶν Κρίσπου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων
Καισάρων τὸ γ,[…], Ποιμένιος ῥήτωρ εἶπεν· ἀναγνωσθήτω καὶ τα……ν…[…]…[…]…[…]… τὸ γενόμενον ὑπὸ
…[…]…[…]…[…]χρεων ἀπο[…]…… ἀξιοῦμεν δὲ τὰ
ἀντίγραφα διδόντες λαβεῖν τὸ αὐθεντικὸν πρὸς ἀσφάλειαν
τῶν κληρονόμων. ὁ λογιστὴς εἶπεν· τὸ μὲν σῶμα τοῦ κατοιχομένου
τῇ ὁσίᾳ παραδοθήσεται· ἀνεγνώσθη δὲ παρὰ τῇ ἐμῇ μετριότητι τὸ
γραμμάτιον τὸ γενόμενον ὑπὸ Βησαρίωνος οὐετρανοῦ καὶ δύνανται
οἱ κληρονόμοι διδόναι …[…]…ι τὰ ἴδια τοῦ βουλήματος πρὸς κληρο[…]…[…]…[…]…[…]……… πρὸς ἀσφάλειαν
[… ? lines lost …]
[… ? lines lost …]
[…]…[…]…υρος ἀπεκρίνατο·
[…]………[…]
[…]…α……… καταγραφῆναι ……
[…] ὁ λογιστὴς εἶπεν·
[…]……ιακαρ…[…]…σιν. ὁ λογιστὴς εἶπεν·
[…]……[…]… Πεκῦσις ἀνὴρ […]
[…] […]
[…]………[…]
[… ? lines lost …]
[… ? lines lost …]
πηρέτου καὶ Εὐλογίου παρέδρου[…]
Ἰσίου Παγγᾶ. ἡ μὲν εχ……[…]……[…]
ὑπομνημ[…]
ἔλεγχον παραστη………[…]
μένων τοῦ οἰκ[…]…[…]
φυλακίοις κατακει…[…]
…ιουμεν ις…[…]
[…]…ντο οικο…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.