no image
DDbDP-text
Abstracts of Contracts via HGV-meta
Linked by Trismegistos ID
TM 12082.
Each record below describes this same artifact or text from a different angle.
ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ …
πρᾶσις καὶ ἀποστασίου οἰκίας καὶ τῶν συνκυρόντων πάντων ἐν Τεβτύνει
τῆς Πολέμονος μερίδος ὧν μέτρα νότον ἐπὶ βορρᾶν πήχεις η 𐅵, λίβα ἐπʼ ἀπηλιώτην πήχεις ιγ·
γείτονες νότου τῆς πριαμένης Τατιθίγξιος καὶ τοῦ υἱοῦ αἴθριον, βορρᾶ καὶ
λιβὸς κοινὴ εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχει τὴν
συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους, καὶ βεβαιοῖ πάσηι
βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον· ἣν ποιεῖται Πατεῖνις
τρίτος Ταγώνσιος μητρὸς Ταορσεῦτος ὡς ἐτῶν κε οὐλὴ ταρσῷ δεξιῷ
Τατιθίγξι Κρονίδου μητρὸς Τααρμιύσιος ὡς ἐτῶν λζ εὔσημος
τὸν δεξιὸν ὀφθαλμόν· εὐδοκεῖ δὲ καὶ ἡ τοῦ Πατείνιος γυνὴ
Τεναῦς Ὀρσεῦτος μητρὸς Ἀραίσιος ὡς ἐτῶν κδ οὐλὴ ῥινὶ μέσηι
τῆι προκιμένηι πράσει, καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον.
ὑπογραφεῖς τῶν ὁμολογούντων Λυσίμαχος Λυσιμάχου ὡς ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν
καὶ τῆς Τατιθίγξιος Διόδωρος Ψενοβάστεως ὡς ἐτῶν κζ οὐλὴ δακτύλῳ πρώτῳ ἀριστερᾶς χειρός.
ἐδάνεισεν ἡ αὐτὴ Τατιθίγξις Κρονίδου ὡς ἐτῶν λζ εὔσημος
τὸν δεξιὸν ὀφθαλμὸν μετὰ κυρίου τοῦ προσγενοῦς Ἁρμιύσιος τοῦ Ἁρμιύσιος ὡς ἐτῶν μ οὐλὴ καρπῷ ἀριστερῷ τοῖς αὐτοῖς Πατείνει τρίτῳ Ταγώνσιος
Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν κε οὐλὴ ταρσῷ δεξιῷ καὶ τῆι τούτου γυναικὶ
Τεναῦτι Ὀρσεῦτος Περσείνηι ὡς ἐτῶν κδ οὐλὴ ῥινὶ μέσηι
μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς τοῖς δυσὶ ἀλλήλων
ἐγγύοις εἰς ἔκτεισιν ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς
ἑκατὸν ἑξήκοντα ὀκτὼ τόκου δραχμῆς α τῆι μνᾷ τὸν μῆνα
ἕως τοῦ ἀποδοῦναι ἐν Μεσορῆι τοῦ ἐνεστῶτος γ ἔτους Τιβερίου Καίσαρος
Σεβαστοῦ. οἱ αὐτοὶ ὑπογραφεῖς.
ὁμολογοῦσιν Πατῦνις Αὐνήους ὡς ἐτῶν ξ οὐλὴ προσώπῳ ἐκ δεξιῶν καὶ ὁ αὐτοῦ υἱὸς
Αὐνῆς ὡς ἐτῶν κ οὐλὴ προσώπῳ μέσῳ οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι Πάτρωνι Ἥρωνος
Γαιᾶτος ὡς ἐτῶν κϛ οὐλὴ μήλῳ ἀριστερῷ ἔχειν παρʼ αὐτοῦ ἀργυρίου
ἐπισήμου δραχμὰς μ καὶ ἀντὶ τούτων καὶ οὗ λήμψεται
ὁ Αὐνῆς κατὰ μῆνα μισθοῦ παρὰ τοῦ Πάτρωνος, τῶι μὲν Σεβαστῷ
μηνὶ καὶ Φαῶφι ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμῶν κβ καὶ ἀπὸ μηνὸς Νέου Σεβαστοῦ
ἕως Μεσορὴι κβ τοῦ γ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπὶ μῆνα
ἀργυρίου δραχμῶν ι, παρέξεσθαι τὸν Αὐνὴν
ἑαυτὸν παραμένοντα τῷ Πάτρωνι ἀπὸ τοῦ προκιμένου χρόνου
ἕως Μεσορὴι κβ τοῦ αὐτοῦ ἔτους, πηλοπατοῦντα ἐν τῷ τοῦ Πάτρωνος
κεραμίῳ καὶ ποιοῦντα πάντα τὰ ἐπιτασσόμενα, οὐ γεινόμενον ἀφήμερον, ἧς δὲ ἐὰν μὴ παραμείνῃ ἡμέρας τῆς δὲ ὑπὲρ τοῦ Αὐνείους λαικῆς συντάξεως καὶ δεόντων καὶ ἱματισμοῦ ὄντων πρὸς τοὺς ὁμολογοῦντας,
καὶ μετὰ τὸν χρόνον ἀπολυθήσονται οἱ ὁμολογοῦντες τῆς προκειμένης παραμονῆς.
ὑπογραφεὺς τῶν ὁμολογούντων Λυσίμαχος Λυσιμάχου ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν.
ἐδάνεισεν Σαμβαθίων Σαμβαθίωνος ὡς ἐτῶν μϛ οὐλὴ ἀντικνημίῳ
δεξιῷ Λακιάνι Λακιάνιος ἐπικαλουμένου Σκαπανέως Πέρσῃ τῆς ἐπιγονῆς
ὡς ἐτῶν β… οὐλὴ γονατίῳ ἀριστερῷ ἀργυρίου ἐπισήμου
κεφαλαίου δραχμὰς ἑκατὸν τόκου δραχμῆς α τῆι μνᾷ τὸν μῆνα
ἕως τοῦ ἀποδοῦναι ἐν Μεχεὶρ τοῦ γ ἔτους Τιβερίου Καίσαρος
Σεβαστοῦ.ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Λυσίμαχος Λυσιμάχου
ὡς ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.