no image
DDbDP-text
Vertrag über Hingabe an Erfüllungsstatt in Form eines Lieferungskaufes via HGV-meta
Linked by Trismegistos ID
TM 11961.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]
τεσσαρεσκαιδεκάτῃ Τῦβι ιδ ἐν Πολυδευκείᾳ τῆς Θεμίστου μερίδος τοῦ
Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ
Πανεσνεὺς Ἁτρείους Πέρσης τῆς
ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα
δύο οὐλὴ χειρὶ ἀριστερᾷ Ἀφροδισίωι
Φιλίππου ὡς ἐτῶν πεντήκοντα
τεσσάρων οὐλὴ ὀφρύι ἀριστερᾷ
ἔχειν παρʼ αὐτοῦ τιμὴν κυάμου μέλανος
νέου καθαροῦ ἀδόλου ἀρταβῶν
τεσσάρων ἡμισους μέτρῳ δρόμῳ
τετραχοινίκῳ, ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθω ὁ Πανεσνεὺς τῶι
Ἀφροδισίωι ἐν μηνὶ Σωτηρείωι
τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου
ἔτους ἐπὶ κώμης Σεθρενπάει
ἄνευ πάσης ὑπερθέσεως καὶ
εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶι
καθὰ γέγραπται, ἀποτισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων,
γεινομένης τῶι Ἀφροδισίωι τῆς
πράξεως ἔκ τε τοῦ Πανεσνέως
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι
πάντων καθάπερ ἐκ δίκης, χωρὶς
ἄλλων ὧν ὀφείλει ὁ Πανεσνεὺς
τῶι Ἀφροδισίωι. ὑπογραφεὺς τοῦ
Πανεσνέως Ὡρίων Δωρίωνος
ὡς ἔτων λα οὐλὴ μετώπῳ μέσῳ Πανεσνεὺς
Ἁτρείους Πέρσης τῆς ἐπιγονῆς
ὁμολογῶ ἔχειν παρὰ τοῦ
Ἀφροδισίου τιμὴν κυάμου μέλανος
νέου ἀρταβῶν τεσσάρων ἡμίσους μέτρῳ δρόμῳ καὶ ἀποδώσω ἐν μηνὶ Σωτηρίωι τοῦ
[… ? lines lost …]
[v]
Σεθρενπάει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.