no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9085.
Each record below describes this same artifact or text from a different angle.
[1]
[…]……τ
[…]ν…
[…]αὐτὸν ἐν
[…]ω ὄντι
[…]σ…οηκου
[…]…τι ὁ ἀντί[…]……
[…]νος κατ[…]
[…]…ω τινα
[…]κληρον
[…]……
[…]ντω[…]υ…ρ
[…]ς καὶ ἀξιου[…]πα…μ
[…] ἐκείνων
[…]υ[…]ν
[…]ο ἄλλου
[…]…τει εξ ον
[…]…ν[…]
[…] ἀναγ[…]
[…]πολει ὁ στρα[…] ἀναγνωσ[…] — Μεχεὶρ
[…]ἀναγνωσ[…]…ωρημ
[…]…λιον…
[…]…οπον
[…]…ανα[…]α
[…]…α
[2rp]
λήμφθη τοῖς ὑπομνήμασι[…]…αντα…
οἱ διαδικαζόμενοι περὶ ὧνἔχουσι πρὸς
ἀλλήλους εἰπεῖν ἐπὶ τοῦ κρατίστου δικαιοδότου τοῦ πράγματος τοιούτου
ὄντος ὁποῖον ἦλθεν ἐπʼ ἐμὲ. ἀμφοτέρων ἀξιούντων προθεσμίαν λαβεῖν
ὁ στρατηγὸς εἶπεν· μετὰ τὴν κατασπορὰν δύνασθε ἐπʼ αὐτοῦ προσαντῆσαι.
ἀνέγνων .
[2]
ἄλλου ὁμοίως ἐξ ὑπομνηματισμῶν.
Ἀπολλωνίου στρατηγοῦ Ἡρακλείδου μερίδος κδ ἔτους Παῧνι α.
ἐπὶ τοῦ ἐν τῇ Σεβαστῇ ἀγορᾷ βήματος προσελθόντος Κασίου τοῦ καὶ Ἡγουμένου Ἀντινοέως, παρόντος Ἰσιδώρου Τιβερίνου ἀφήλικος, συνόντος αὐτῷ Λογγείνου Χαιρημονιανοῦ ἀδελφοῦ ὁμομητρίου καὶ ἐγδίκου,
Φιλώτας ῥήτωρ ὑπὲρ Κασίου εἶπεν· συγγενὴς τοῦ ἡμετέρου μέλλων τελευτᾶν τὸν
βίον Ῥωμαῖος ὦν διαθήκην γράψας μετεπέμψατο αὐτὸν καὶ ἐδεήθη αὐτοῦ ταύτην
ἔχειν παρʼ ἑαυτῷ, ἐντειλάμενος, ἐπὰν τελευτήσῃ, προκομίσαι καὶ ἀξιῶσαι λύεσθαι,
ἵνα τὸ βούλημα αὐτοῦ φανερὸν γένηται. τελευτήσαντος οὖν ἐκείνου προσῆλθεν τοῖς
σφραγισταῖς, ἀξιῶν αὐτοὺς παρατυχεῖν
ὅπως τὰ ἀκόλουθα γένηται. ἐπεὶ δὲ τοῦτο
οὐκ ἐποίουν, ἴσως κωλυόμενοι ὑπό τινων,
ἀναγκαίως ἐνέτυχέν σοι, ἀξιῶν αὐτοὺς
μεταπεμφθῆναι, ὑποδεικνὺς ὅτι αὐτοῖς
πρόστιμον ὡρίσθη, ἐπὰν διαθήκη ἄλυτος
[3]
μείνῃ, καὶ σὺ ἀκόλουθα ποιῶν μετεπέμψω αὐτούς. ἐπεὶ δὲ πάρεισιν
ἐξ αὐτῶν τέσσαρες , ἔτι δὲ καὶ ὁ νομικὸς ὁ τὴν οἰκονομίαν γράψας, ἀξιοῖ τὴν διαθήκην ἐπιφέρων τοῦ συγγενοῦς κατὰ τὰς ἐκείνου …το[…]
ταύτην λυθῆναι. εἰ δέ τις βούλεται πρὸ τῆς λύσεως πρὸς τὴν διαθήκην
λέγειν, χώραν οὐκ ἔχει, οὐκ ἐπιστάμενος, τί ἐκεῖνος ἐν αὐτῇ ἐπ…[…]
Λόγγος ῥήτωρ ἀπεκρίνατο· ὁ ἀντίδικος δεδοικὼς[…]…μα[…]λύσεως παρέρχεται καί φησιν διαθήκην εἰληφέναι παρὰ συγγενοῦς αὑτοῦ, ἥνπερ ἐπιφέρειν βούλεται, καὶ ὅτι μὲν συγγενὴς ἑαυτοῦ ἐκεῖνος
οὔκ ἐστιν ἐντεῦθεν διαβεβαιοῦμαι. τελευτήσαντος δʼ αὐτοῦ Τασεὺς,
δούλη τοῦ πατρὸς τοῦ ἀφήλικος, πάντα τὰ ἐν τῇ οἰκίᾳ ἐβάστασεν,
ὅπερ μαθὼν ὁ ὁμομήτριος ἀδελφὸς αὐτοῦ πρόσεισιν ἐγδικάσων
αὐτήν. καὶ περὶ τῆς διαθήκης δὲ ἀποκρίνομαι, ὅτι ἐν πάσαις ταῖς διαθήκαις ἑπτά εἰσιν σφραγισταί. εἰ οὖν ἐκεῖ ἐν ταύτῃ ἑπτὰ ἐσφράγισαν, ἡκέστωσαν καὶ τὰς σφραγῖδας αὑτῶν πρότερον ἐπιγνώτωσαν. εἰ δὲ ἀπὸ τῶν ἑπτὰ τέσσαρες ἐνθάδε εἰσὶ καὶ νομικὸς[…]βήματος ἔρχεται ἀξιῶν λυθῆναι τὴν διαθήκην, οὐκ ἐν ὀλίγῃ ὑποψίᾳ
γείνομαι. Ἀπολλωνιανὸς ῥήτωρ προσέθηκεν· ὅτι ὁ ἀντίδικοςἡμῶν
περιήλησεν τὰ ἐπὶ τῆς οἰκίας, ἐὰν μεταπέμψῃ Κρονοῦν θεράποντα
αὐτοῦ, μαρτυρήσει ὅτι ἡ Τασεὺς σύνεργος αὐτοῦ ἐγένετο καὶ πάντα ἅμα αὐτῷ ὑφείλετο, καὶ περὶ τῆς διαθήκης δὲ λέγω ὅτι[…]
[…]…[…]λιμόν ἐστιν […]λε αὐτὸν τὸν διαθέμενον ἐπει[…]
[…] τῶν σφραγιστῶν ἐπιθεῖναι ἰδίαν σφραγῖδα ε…[…]
[…]ησει α[…]…νον σφραγίσαντα οὐ μ[…]
[…] τοῦ σφραγιστοῦ ἡ σφραγὶς ἠλλάγη ὁστις […]
[…]ω μὴ δυνάμενος ἐνθάδε παραγενέσθαι[…]
[…]ι ἐπέμψατο τὴν σφραγῖδα αὐτοῦ, ἣν ἂν ς[…]
[…]οε…δ…κην οὐχ εὑρήσεις σύμφωνον, ἀλλὰ καὶ ἑτέρου[…]
λίου σφραγιστοῦ ἐν Ἀλεξανδρείᾳ νῦν διατρίβοντος ἡ σφραγὶς
οὐκ ἐπίκειται. Ἡλιόδωρος ῥήτωρ ἀπεκρίνατο· ἐπεὶ ὠνείδισαν Τασεῦν …[…]δούλην οὖσαν τοῦ πατρὸς τοῦ ἀφήλικος α…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.