no image
DDbDP-text
Proceedings before the Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 15268.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους κ καὶ ι καὶ β , Φαῶφι ε. ἐν τῷ Κορίῳ ἱερῷ. ἐπὶ παρόντων
Διονυσοδώρου ὑπηρέτου καὶ Φανίου παρέδρου, Ποιμένιος ῥήτωρ εἶπεν· Χαιρήμων ἀπὸ τῶν αὐτόθι ἐντυγχάνει. οὐ δικαστήριον ε…θ…συγκροτεῖν ἦλθον, μὴ τοῦτο νομίσῃς, καὶ ἑξῆς λέγοντος Ἰσχυρίων ῥήτωρ εἶπεν· παραγράφομαι· πρὸς τίνα λέγει εἰπάτω. Ποιμένιος ῥήτωρ εἶπεν· ὁ κύριός μου διασημότατος
ἔπαρχος τῆς Αἰγύπτου Φλάουιος Μάγνος πρὸς τὰ αὐτοτελῶς γενόμενα
ὑπομνήματα παρὰ τῇ στρατηγίᾳ βοηθόν σε δέδωκεν. καὶ γὰρ ἐπιστάλματα ἐγένετο παρὰ τοῦ πραιποσίτου πρὸς τοὺς δημοσίους περὶ τοῦ
παραδοῦναι τὴν νομήν. ἧττον ἐφρόντισαν πρὸς τοῦτο καὶ ἀνηνέγκαμεν ἐπὶ τὸν κύριόν μου τὸν ἔπαρχον καὶ …[…]
τερόν σε βοηθὸν ἔσχαμεν καὶ ἀξιοῦμεν τὴν νομὴν …[…]παραδοθῆναι. ὁ λογιστὴς εἶπεν· τὶ προσέταξεν ὁ δεσπότης μου διασημότατος
ἔπαρχος τῆς Αἰγύπτου Φλάουιος Μάγνος; καὶ ἀνεγνώσθη οὕτως· ὁ λογιστὴς τὰ κατὰ νόμους ὁρισθέντα
ἐπιτελῆ καταστήσει, ὥστε συνχώρησον ἀναγνῶναι τὰ ὑπομνήματα ἀφʼ ὧν ἐντελέστερον …[…]…ει ὅτι οὐδὲν ἕτερον ὑπολείπεταί μοι ἢ εἰσαχθῆναι εἰς τὴν νομὴν τῶν οἰκοπέδων.
κατὰ κυρίαν γὰρ ἀπελείφθησαν οἱ ἀντίδικοι. οὐ παρεληλυθότες εἰς τὸ δικαστήριον κατὰ κυρίαν, ἀπόφασιν ἐδέξαντο
καὶ ἔξωροι γεγόνασι κατὰ τοὺς νόμους. ὁ λογιστὴς εἶπεν·
πρὸς τίνα λέγει εἰπάτω. Ποιμένιος ῥήτωρ εἶπεν· κατὰ Ἁράχθου ἀνήνεγκε
καὶ Εὐδαίμονος καὶ Φίβιος καὶ τῶν σὺν αὐτοῖς. Ἰσχυρίων ῥήτωρ εἶπεν·
μαρτύρομαι ὅτι κατά τινων ἀνήνεγκεν ἐπὶ τὸν κύριόν μου τὸν
ἔπαρχον καὶ καθʼ ἑτέρων εἰσάγει νῦν. τοῦτο μαρτύριον ἔσται μοι
τῆς παραγραφῆς. ὁ λογιστὴς εἶπεν· αὐτὸ τὸ ἐπίσταλμα
ὃ ἐπέστειλας τῷ ἀντιδικοῦντί σοι ἀνάγνωθι. καὶ ἀνεγνώσθη·
μετὰ τὴν ἀνάγνωσιν Ἰσχυρίων ῥήτωρ εἶπεν· παραγραφὴν ἐπηγγειλάμην· περὶ ἑτέρων προσώπων τὴν δίκην νῦν εἰσάγει,
περί τινων ἀνενεγκὼν ἐπὶ τὸν κύριόν μου τὸν ἔπαρχον.
τὴν οὖν παραγραφὴν ἐπηγγειλάμην θαυμαστὴν
οὖσαν καὶ ἐννομωτάτην· ὡς οὐδαμῶς δύναται
εἰσαγώγιμον ποιεῖν τὸ πρᾶγμα ὁ ἀντίδικος. καὶ ἑξῆς
λέγοντος Ποιμένιος ῥήτωρ εἶπεν· μαρτύρομαι τὴν φωνὴν
αὐτοῦ ὅτι μὴ δύναται εἰσαγώγιμον εἶναι τὴν δίκην
ὅπως ἀξιῶ ἤδη εἰς νομὴν πέμπεσθαι τῶν οἰκοπέδων.
ὁ λογιστὴς εἶπεν· ἐπειδὴ ἑσπέρα ἐγένετο πρόκριμα οὐδὲν
ἔσται τῆς κυρίας μήπω ἐνστάσης. ἐπείπερ μέρος τι
τῆς ἐπιούσης κυριακῆς ἱερᾶς ἐπέκυψεν, ὑπερτεθήσεται μετὰ τὴν κυριακὴν ἡ δίκη μέχρι οὗ ἀμφότερα
τὰ μέρη παρέσεται πρὸς δικαιολογίαν. ἐὰν δέ τις ἀπολειφθῇ εἴ τι παρίσταται τῇ ἐμῇ μετριότητι ἀποκριθήσομαι.
[v]
ὑπομνήματα μηνὸς Φαῶφι κ ἔτους ι ἔτους β ἔτους ἐπὶ Λευκαδίου λογιστοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.