no image
DDbDP-text
Advance of Seed Corn via HGV-meta
Linked by Trismegistos ID
TM 20772.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου
καὶ Αὐτοκράτορος ἔτους κδ, τοῖς τὸ η μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου,
Φαῶφι κβ, ἰνδικτίονος ιδ, ἐν Ὀξυρύγχων πόλει. †
Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων
γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος
καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ
ἐνοχήν, τὸ κοινὸν τῶν πρωτοκωμητῶν τῆς κώμης Τάκονα τοῦ Ὀξυρυγχίτου
νομοῦ, παγαρχουμένης ὑπὸ τοῦ οἴκου τῆς ὑμῶν ἐνδοξότητος, διʼ ἡμῶν Αὐρηλίων
Φοιβάμμωνος μείζονος, υἱοῦ Πεκυσίου, καὶ Ἀνοὺπ υἱοῦ Ἀριτσί, καὶ Μηνᾶ ἀδελφοῦ αὐτοῦ,
καὶ Κουλαὴτβ υἱοῦ Ἰωάννου, καὶ Ἀνοὺπ υἱοῦ Πρίσκου, καὶ Ἡρακλείδου υἱοῦ Παλμᾶ, καὶ Φὶβ υἱοῦ
Ἰουλίου, καὶ λοιπῶν κωμαρχῶν ταύτης, χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ τῆς
ὑμῶν ἐνδοξότητος ἐν χρήσει καὶ παραμεμετρῆσθαι ἀπὸ γενήματος τῆς παρούσης
τεσσαρεσκαιδεκάτης ἰνδικτίονος εἰς σπερμοβολίαν τῶν ἡμῶν ἀρουρῶν καρπῶν τῆς
σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως σίτου ῥυπαροῦ ἐκτὸς διαπείσματος
καγκέλλῳ ἀρτάβας διακοσίας τὰς καὶ δοθείσας ἡμῖν διὰ τῶν κληρονόμων τοῦ
μακαρίου Μηνᾶ υἱοῦ Ἀσκλᾶτος ναυκλήρου τοῦ αὐτοῦ ἐνδόξου ὑμῶν οἴκου, γίνονται σίτου ἀρτάβαι σ καγκέλλῳ·
ὅνπερ σῖτον νέον κεκοσκινευμένον καγκέλλῳ ᾧ παρειλήφαμεν ἐπάναγκες
ἀποδώσομεν τῇ ὑμῶν ἐνδοξότητι μετὰ καὶ τοῦ φορικοῦ ἡμῶν φόρου ἐν τῷ Παῦνι μηνὶ
τοῦ ἐνεστῶτος ἔτους σκζ ρϙϛ τῆς αὐτῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος
ἐκ νέων καρπῶν τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως, ἀνυπερθέτως κινδύνῳ τῶν
ἡμῖν ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. †
τὸ κοινὸν τῶν πρωτοκωμητῶν τῆς κώμης Τάκονα τοῦ Ὀξυρυγχίτου νομοῦ διὰ τῶν προγεγραμμένων
ἐν αὐτῷ ὀνομάτων τοῦτο τὸ γραμμάτιον πρὸς τὴν ἡμῶν ἐνδοξότητα τοῦ τε σίτου ἀρταβῶν διακοσίων
ῥυπαροῦ ἐκτὸς διαπείσματος καγκέλλῳ, γίνονται σίτου ῥυπαροῦ ἀρτάβαι σ, καὶ ἀποδώσομεν ἐν τῇ εἰρημένῃ προθεσμίᾳ
καὶ συμφωνεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκιται, † καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν
καὶ ἀπελύσαμεν. Αὐρήλιος Ἡρακλίδης γραμματεὺς κώμης Τάκονα ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν
ἀγραμμάτων ὄντων. †
☧ di emu Filoxenu eteliothe. Φαῶφι κγ ἰνδικτίονος ιδ … †
[v]
† γραμμάτιον γενόμενον παρὰ τῶν πρωτοκωμητῶν τῆς κώμης Τάκονα
λόγῳ σπερμοβολίας καρπῶν ιε ἐπινεμήσεως, σίτου καγκέλλῳ ἀρταβῶν σ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.