no image
DDbDP-text
Lease of Land via HGV-meta
Offer to lease 1 1/2 arouras for hay near Senepta. An offer to lease land: Aurelius Akoueis, living in a hamlet near Senepta, offers to rent 1 1/2 arouras from the Oxyrhynchite councillor and exegetes Aurelius Ploteinos for one year to grow hay, for 1,000 silver drachmas payable in Pachon. Written at Oxyrhynchus on 31 October 296, with a scribe signing for the illiterate lessee. machine translation
Linked by Trismegistos ID
TM 22524.
Each record below describes this same artifact or text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίου ἐπιφανεστάτου
Καίσαρος τὸ β.
Αὐρηλίῳ Πλωτείνῳ Εὐδαίμονος ἐξηγητ βουλευτῇ
τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως
παρὰ Αὐρηλίου Ἀκούειτος Ἄπιτος μητρὸς Τσενθώνιος ἀπὸ τῆς αὐτῆς πόλεως καταγεινομένου
ἐν ἐποικίῳ Ψενεῦαρ περὶ Σενέπτα. ἑκουσίως
ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ
ἐνεστὸς ιγ καὶ ιβ καὶ ε ἔτος ἀπὸ τῶν ὑπαρχόντων
σοι περὶ Σενέπτα …[…]
βεν ἀπὸ ἀρουρῶν ε…[…]ἄρουραν μίαν
ἥμισυ ὥστε ταύτην ξυλαμῆσαι χόρτῳ
φόρου τῆς αὐτῆς ἀρούρης μιᾶς ἡμίσους ἀργυρίου δραχμῶν χιλίων, γίνονται δραχμαὶ Α, ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων
ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν
καρπῶν ἕως τὸν φόρον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸν
φόρον τῷ Παχὼν μηνὶ ἀνυπερθέτως γεινομένης τῆς πράξεως παρά τε ἐμοῦ ὡς καθήκει. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα.
ἔτους ιγ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ε ἔτους τῶν κυρίων
ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων, Ἁθὺρ δ.
Αὐρήλιος Ἀκοῦεις ἐπεδεξάμην εἰς μίσθωσιν ἄρουραν μίαν ἥμισυ καὶ ἀποδώσω
τὸν φόρον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. Αὐρήλιος Σιλβανὸς
ὁ καὶ Θώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.