no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of two plots of land near Pimpasi for green crops and wheat. A two-year lease in which Panechotes son of Agathon rents from a woman landowner, acting through a guardian or agent, two plots near the village of Pimpasi, paying money rent for green fodder crops and wheat rent for grain sowing. It is dated to year 8 of Septimius Severus (AD 199/200), and a scribe signs for the illiterate lessee. machine translation
Linked by Trismegistos ID
TM 17576.
Each record below describes this same artifact or text from a different angle.
[…]δώρᾳ τῇ καὶ Σι[…]
διὰ[…]…οδώρου τοῦ καὶ
[…]ἐπιτρόπου παρὰ Πανεχώτου Ἀγάθωνος μητρὸς
[…]…ηουτος ἀπὸ Ε… καταγινομένου
ἐν ἐποικίῳ Κο…ληου. ὁμολογῶ
μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος
η ἔτους ἀπὸ τῶν ὑπαρχόντων σοι
περὶ κώμην Πιμπασι ἐκ τοῦ
Χ[…]…[…]…[…]μο κλήρου ἀρούρας πέντε ἥμισυ τὰς προγεωργουμένας ὑπὸ Πεκύσιος Εὐδαίμονος
τῷ μὲν η ἔτει χλωροῖς ξυλαμῆσαι ἑκάστης ἀρούρης ἀνὰ δραχμὰς
εἴκοσι τέσσαρας καὶ τῷ
εἰσιόντι θ ἔτει εἰς σπορὰν
πυροῦ ἑκάστης ἀρούρης
ἀνὰ πυροῦ ἀρτάβας ἓξ
ἥμισυ καὶ ἐν τῷ αὐτῷ κλήρῳ
ἀρούρας τέσσαρας τῆς ἐκ γεωμετρίας
φανησομένης εἰς σπορὰν πυροῦ
ἑκάστης ἀρούρης ἀνὰ πυροῦ
ἀρτάβας πέντε ἥμισυ καὶ
τῷ θ ἔτει χλωρικῷ ξυλαμῆσαι ἑκάστης ἀρούρης ἀνὰ δραχμὰς
εἴκοσι , τὸ δὲ συναγόμενον
ἀργυρικὸν φόρον καὶ σιτικὸν
ἐκφόριον ἀποδώσω σοι
τὸν μὲν πυρὸν ἐν θέματι δημοσίῳ καὶ τὸ ἀργύριον
δόκιμον τῷ Παῦνι μηνὶ ἀκίνδυνα τὰ ἐκφόρια παντὸς
κινδύνου τῆς πράξεως σοι οὔσης ἔκ τʼ ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων,
τῶν δὲ τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὴν
γεοῦχον, ὧν ἐμισθώσατο
τοὺς καρποὺς ὅπως τά κατʼ ἔτος ὀφειλόμενα κομίσηται· ἐὰν δέ τις ἄβροχος γένηται
παραδεχθήσεται τῷ μισθωσαμένῳ· ἐκβεβαιουμένης
τῆς μισθωσαμένης αχυ[…]σπον … δ καὶ παραδώσω τὴν γῆν καθαρὰν ἀπό τε θρυ…·
κυρία ἡ μίσθωσις. ἔτους η Αὐτοκρατόρων
Καισάρων Λουκίου Σεπτιμίου Σευήρου
Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ
Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου
[…] κβ. Πανεχώτης ὁ προγεγραμμένος μεμίσθωμαι
ὡς πρόκειται. Παρεῖτις Κολλούθου ἔγραψα ὑπὲρ
αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.