no image
DDbDP-text
Application for Lease via HGV-meta
Application to lease catoecic land at Theadelphia from Didis alias Ptollarous. An offer to lease 8 arouras of catoecic land near Theadelphia for two years, addressed to the landowner Didis also called Ptollarous, with rent in wheat. Didis accepts through her estate manager Herakleides, dated 23 October 159 in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10114.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]βουλόμεθα μισθώσασθαι ἐξ ἀλληληλενγύης τὰς ὑπαρχούσας σοι περὶ κώμην Θεαδελφίαν κλήρου κατοικικοῦ ἀρούρας
ὀκτὼ ἢ ὅσαι ἐὰν ὦσι ἐν α σφραγῖδι εἰς ἔτη δύο
ἀπὸ τοῦ ἐνεστῶτος κγ ἔτους Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου, ἐκφορίου τοῦ παντὸς ἀσπερμεὶ
τῷ μὲν πρώτῳ ἔτει πυροῦ ἀρταβῶν τριάκοντα δύο τῷ δὲ δευτέρῳ ἔτει ὁμοίως
πυροῦ ἀρταβῶν τεσσαράκοντα καὶ θαλλοῦ κατʼ ἔτος ὁμοίως πυροῦ ἀρτάβης μιᾶς πάντων μέτρῳ δρόμωι τετραχοινίκῳ ἀνυπολόγων καὶ ἀκινδύνων,
καὶ ἐπιτελέσομεν τὰ κατʼ ἔτος ἔργα πάντα
ὅσα καθήκει ἐκ τοῦ ἰδίου σπείροντες τῷ ἐσχάτῳ ἔτει τὸ μὲν ἥμισυ μέρος πυρῷ τὸ δὲ λοιπὸν ἥμισυ μέρος
χόρτῳ εἰς κοπήν, καὶ τὰ κατʼ ἔτος ἐκφόρια
ἀποδώσομεν αἰεὶ ἐν μηνὶ Παῦνι ἐν τῇ κώμῃ,
τῶν ὑπὲρ τῶν ἀρουρῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ ὄντων
πρὸς ἡμᾶς τοὺς μισθωτὰς τῶν δʼ ἄλλων δημοσίων
πάντων ὄντων πρὸς σὲ τὴν Διδεῖν. καὶ
μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης,
ἐὰν φαίνηται μισθῶσαι. Διδεῖς ἡ καὶ Πτολλαροῦς
Πτολεμαίου διὰ Ἡρακλείδου φροντιστοῦ
μεμίσθωκα ἐπὶ πᾶσι τοῖς προκειμένοις.
ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
Φαῶφι κε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.