no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Lease of three arouras of catoecic land at Tebtynis with crop rotation. An offer to lease three arouras of catoecic land near Tebtynis for six years, made by Kronion son of Pakebkis to the landowner Didymos also called Lourios. The land alternates yearly between fodder grass for a money rent and wheat for a rent of 30 artabas, with the owner's signed acceptance, dated year 17 of Hadrian (AD 132/3). machine translation
Linked by Trismegistos ID
TM 12411.
Each record below describes this same artifact or text from a different angle.
Διδύμωι τῶι καὶ Λουρίωι Λυσιμάχου
παρὰ Κρονίωνος τοῦ Πακήβκιος τῶν
ἀπὸ κώμης Τεβτύνεως, Πέρσου τῆς ἐπιγονῆς.
βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη ἓξ
ἀπὸ τοῦ εἰσιόντος ὀκτωκαιδεκάτου ἔτους
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας
σοι περὶ Τεβτῦνιν ἐν τῶι λεγομένωι ἀπὸ λιβὸς
πεδίωι κλήρου κατοικικοῦ ἀρούρας τρεῖς κοινὰς
[…]ων ……νεως λεγομένων, τὸ
μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον ἔτος
τῆς μισθώσεως εἰς σπορὰν χόρτου
καταβρώματος βοικῶν καὶ κοιτασμὸν φόρου κατʼ ἔτος
ἐπὶ τῶν τριῶν ἀρουρῶν ἀργυρίου δραχμῶν
[…]τεσσάρων τὸ δὲ δεύτερον καὶ τέταρτον
καὶ ἕκτος ἔτος εἰς σπορὰν πυροῦ ἐκφορίου ἐπὶ τὴν
τριετίαν κατʼ ἔτος σὺν αἷς λήμψομαι σπέρμασι πυροῦ
ἀρτάβαις τρισὶ τοῦ παντὸς κατʼ ἔτος τῶν τριῶν ἀρουρῶν
πυροῦ ἀρταβῶν τριάκοντα μέτρῶι τετραχοινίκωι θησαυροῦ Τεβτύνεως καὶ θαλλῶν ἐπὶ τὴν
τριετίαν κατʼ ἔτος ὄρνιθα μίαν ἀξίαν δραχμῶν δύο ,
πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, ἄξων τὰ
κατʼ ἔτος ἔργα ὅσα καθήκει καὶ τὰ ἐκφόρια ἀποδώσω κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλωι, τὸν δὲ
φόρον Φαμενώθ, τῶν δημοσίων φορέτρων
ἐπισπουδασμοῦ ὄντων πρὸς ἐμέ, τῆς δὲ
παραγωγῆς τῶν ἐκφορίων πρός σε καὶ μετὰ τὸν
χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ
ἀγρώστεως δείσης πάσης πλὴν θρύου καλάμου.βεβαιώσεις δέ μοι τὴνμίσθωσιν
καὶ καθαρὰν ἀπὸ δημοσίων … αι. Δίδυμος
ὁ καὶ Λούριος Λυσιμάχου μεμίσθωκα καθὼς πρόκειται
ἔτους ιζ Αὐτοκράτορος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.