no image
DDbDP-text
Receipt for Wages via HGV-meta
Receipt for wages of a work-supervisor of estate hamlets. A receipt in which Aurelius Isak, work-supervisor of the hamlets of Neophytou and Anousia, acknowledges receiving his annual wages of 2 gold solidi for the twelfth indiction from Aurelius Menas, steward of the estates. It was written at Oxyrhynchus in 519 by a scribe on behalf of the illiterate Isak and drawn up by a notary. machine translation
Linked by Trismegistos ID
TM 17579.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ὑπατείᾳ τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστίνου
τοῦ αἰωνίου Αὐγούστου τὸ α Παῦνι κ ἰνδικτίονος ιβ.
Αὐρήλιος Ἰσὰκ υἱὸς Φοιβάμμωνος μητρὸς
Εἰρήνης καταμένων ἐνταῦθα τῇ λαμπρᾷ
Ὀξυρυγχιτῶν πόλει ἐργοδιώκτης ἐποικίων
Νεοφύτου καὶ Ἀνουσίας Αὐρηλίῳ Μηνᾷ υἱῷ
ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως
προνοητῇ τῶν εἰρημένων κτημάτων
χαίρειν. ὁμολογῶ εἰληφέναι παρὰ σοῦ
καὶ πεπληρῶσθαι τοὺς μισθοὺς τοὺς
ἡμετέρους ὑπὲρ ἧς ποιοῦμαι χρείας τοῦ
ἐργοδιώκτου εἰς τα[…]… δύο νομισμάτια
καὶ ἐπὶ τῆς παρούσης δωδεκάτης ἰνδικτίονος
τουτέστιν χρυσοῦ νομισμάτια δύο γίνεται χρυσοῦ νομισμάτια β
καὶ πρὸς ἀπόδειξιν τῆς γεναμένης εἰς ἐμὲ
παρὰ σοῦ καταβολῆς τῶν αὐτῶν
δύο νομισμάτων τῶν ἐμῶν μισθῶν
τῆς αὐτῆς δωδεκάτης ἰνδικτίονος
ταύτην πεποίημαι τὴν ἀποχήν, ἥτις
κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Ἰσὰκ υἱὸς Φοιβάμμωνος ὁ προγεγραμμένος
ἔσχον καὶ ἐπληρώθην τοὺς ἡμετέρους μισθοὺς τῶν δύο
νομισμάτων τῆς δωδεκάτης ἰνδικτίονος καὶ συμφωνεῖ μοι πάντα
ὡς πρόκειται. Αὐρήλιος Σερῆνος Ἀπφοῦτος ἀξιωθεὶς ἔγραψα ὑπὲρ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ
ἀγραμμάτου ὄντος.
☧ διʼ ἐμοῦ […]…νειλου συμβολαιογράφου
ἐ…[…]
…o…lu…u…b…l…[…]…ul…[…]
…χιι…[…]…
[v]
† ἀποχὴ Ἰσὰκ υἱοῦ Φοιβάμμωνος ἐργοδιώκτου ἀπὸ τῆς Ὀξυρυ……[…]…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.