Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.6.903

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

περὶ πάντων ὧν εἶπεν κατʼ ἐμοῦ ὕβρεων. ἐνέκλεισεν τοὺς ἑαυτοῦ δούλους καὶ τοὺς ἐμοῦ ἅμα ταῖςτων τροφίμαιςτροφιμων μου καὶ τὸν προνοητὴν καὶ τὸν υἱὸν αὐτοῦ ἐπὶ ὅλας ἑπτὰ ἡμέρας εἰς τὰ κατάγαια αὐτοῦ, τοὺς μὲν δούλους αὐτοῦ καὶ τὴν ἐμὴν δούλην Ζωὴν ὑβρίσας ἀποκτείναςἀποκτίνας αὐτοὺς τῶν πληγῶν, καὶ πῦρ προσήνεγκεν ταῖς τρο φίμαις μου γυμνώσας αὐτὰς παντελῶς ἃ οὐ ποιοῦσι οἱ νόμοι, καὶ λέγων ταῖςτοῖς αὐταῖςαὐτοῖς τροφίμαιςτροφίμοις ὅτι δότε πάντα τὰ αὐτῆς, καὶ εἶπαν ὅτι οὐδὲν ἔχει παρʼ ἡμῶν, τοῖς δὲ δούλοις λέγων μαστιγουμένοιςμαστιγγομενοι ὅτι τὶ ἦρκεν ἐκ τῆς οἰκίας μου; βασανιζόμενοι οὖν εἶπαν ὅτι οὐδὲν τῶν σῶν ἦρκεν ἀλλὰ σῶά ἐστιν πάντα τὰ σά. ἀπήντησεν δὲ αὐτῷ Ζωίλος ὅτι καὶ τὸν τρόφιμον αὐτοῦ ἐνέ κλεισενἐνέκλισεν, καὶ εἶπεν αὐτῷ ὅτι διὰ τὸν τρόφιμόν σου ἦλθας ἢ διὰ τὴν τοίαν ἦλθας λαλῆσαι ἐπάνω αὐτῆς; καὶ ὤμοσεν ἐπὶ παρουσίᾳ τῶν ἐπισκόπων καὶ τῶν ἀδελφῶν αὐτοῦ ὅτι ἀπεντεῦθεν οὐ μὴ κρύψω αὐτὴναὐτη πάσας μου τὰς κλεῖς καὶ ἐπέχω καὶ τοῖς δούλοις αὐτοῦ ἐπίστευσεν καὶ ἐμοὶκἀμοὶ οὐκ ἐπίστευσεν οὔτε ὑβρίζω αὐτὴν ἀπεντεῦθεν. καὶ γαμικὸν γέγονεν, καὶ μετὰ τὰς συνθήκας ταύτας καὶ τοὺς ὅρκους ἔκρυψεν πάλιν ἐμὲ τὰς κλεῖς εἰς ἐμέ. καὶ ἀπελθοῦσα εἰς τὸ κυριακὸν ἐν σαββάτῳσαμβάθῳΣαμβαθώ, καὶ ἐποίησεν τὰς ἔξω θύρας αὐτοῦ ἐγκλεισθῆναιἐνκλισθῆναι ἐπάνω μου λέγων ὅτι διὰ τί ἀπῆλ θας εἰς τὸ κυριακόν; καὶ πολλὰ ἀσελγήματα λέγων εἰς πρόσωπόν μου καὶ διὰ τῆς ῥινὸς αὐτοῦ, καὶ περὶ σίτουτιτου ἀρτάβας ρ τοῦ δημοσίου τοῦ ὀνόματός μου μηδὲν δεδωκὼς μηδὲ ἀρτάβην μίαν . ἐνέκλεισεν δὲ τοὺς τόμους κρατήσας αὐτοὺς ὅτι δότε τὴν τιμὴν τῶν ἀρταβῶν ρ, μηδὲν δεδωκὼς ὡς προεῖπον. καὶ εἶπεν τοῖς δούλοις αὐτοῦ ὅτι δότε συμμά χους ἵνα καὶ αὐτὴν ἐνκλείσωσι. καὶ ἐκρατήθη Χωοῦς ὁ βοηθὸς αὐτοῦ εἰς τὸ δημόσιον καὶ παρέσχεν αὐτῷ Εὐθάλαμος ἐνέχυρον καὶ οὐκ ἠρκέσθη. ἦρκα καὶ ἐγὼκἀγὼ ἄλλο μικρὸν καὶ παρέσχον τῷ αὐτῷ Χωοῦτι. ἀπήντησαἀπαντησας δὲ αὐτῷ εἰς Ἀντινόου ἔχουσα τὸ πρὸς βαλανεῖόνβαλανῖόν μου μεθʼ ὧν ἔχω κοσμαρι δίων, καὶ εἶπέν μοι ὅτι εἴ τι ἔχεις μετʼ ἐσοῦ αἴρω αὐτὰ διʼ ὅ δέδωκες τῷ βοηθῷ μου Χωοῦτι ἐνέχυρον διὰ τὰ δημόσια αὐτοῦ. μαρτυρήσειμαρτυρήσαι δὲ περὶ τούτων πάντων ἡ μήτηρ αὐτοῦ. καὶ περὶ Ἀνίλλας τῆς δούλης αὐτοῦ ἔμεινεν θλίβων τὴν ψυχήν μου καὶ ἐν τῇ Ἀντινόουαντινου καὶ ἐνταῦθα ὅτι ἔκβαλε τὴν δούλην ταύτην ἐπειδὴ αὐτὴ οἶδεν ὅσα κέκτηται, ἴσως θέλων μεμοι καταπλέξαι καὶ ταύτῃ τῇ προφάσει ἆραιαρ εἴ τι ἔχω· καὶ ἐγὼκἀγὼ οὐκ ἠνεσχόμην ἐκβαλεῖν αὐτήν. καὶ ἔμεινεν λέγων ὅτι μετὰ μῆναμηναν λαμβάνω πολιτικὴν ἐμαυτῷ. ταῦτα δὲ οἶδεν ὁ θεός.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.