no image
DDbDP-text
Lease of a Cellar via HGV-meta
Linked by Trismegistos ID
TM 20376.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Αὐρηλία Βησοῦς
Σαραπίωνος μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως
μετὰ συνεστῶτος Αὐρηλίου
Θέωνος τοῦ καὶ Ἀσκληπιάδου
Αὐρηλίῳ Πατύτι Πανούριος
ἀπὸ Μερμέρθων ἐπʼ ἐνιαυτὸν
ἕνα ἀπὸ α Θὼθ τοῦ εἰσιόντος β ἔτους
ἀφʼ ἧς καὶ αὐτὴ ἔχει ἐν μισθώσει
παρὰ Αὐρηλίου Ἰσιδώρου Χαιρήμονος
ἐπʼ ἀμφόδου Νότου Κρηπῖδος
οἰκίας τὸ ἐνὸν κατάγειον καὶ τὸν
ἐπάνω τῆς ἐξέδρας τόπον ἐνοικίου τοῦ ἔτους ἀργυρίου δραχμῶν
ἑξήκοντα . βεβαιουμένης δὲ τῆς
μισθώσεως χράσθω ὁ μεμισθωμένος τοῖς μισθουμένοις
αὐτῷ τόποις ἐπὶ τὸν χρόνον
ἀκωλύτως, καὶ ἀποδότω τὸ ἐνοίκιον ἐν δόσεσι δυσὶ τοῦ ἔτους
διʼ ἑξαμήνου τὸ ἥμισυ ἀνυπερθέτως. μετὰ δὲ τὸν χρόνον παραδότω τοὺς μισθουμένους αὐτῷ ὡς πρόκειται
τόπους καθαροὺς ἀπὸ κοπρίων
καὶ πάσης ἀκαθαρσίας ὡς ἐὰν
παραλάβῃ καὶ τὰς ἐφεστώσας
τοῖς τόποις θύρας καὶ κλεῖδας,
ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ τὴν ἀξίαν τιμὴν ὃ δʼ ἐὰν
προσοφειλέσῃ ἀπὸ τοῦ ἐνοικίου μεθʼ ἡμιολίας, γεινομένης τῆς πράξεως παρά τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῷ πάντων. κυρία ἡ μίσθωσις, καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ἔτους β Αὐτοκράτορος
Καίσαρος Γαίου Ἰουλίου Οὐήρου
Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Θὼθ α. Αὐρηλία
Βησοῦς μεμίσθωκα ὡς πρόκειται[…]……
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.