no image
DDbDP-text
Letter of Demetrius via HGV-meta
Linked by Trismegistos ID
TM 31327.
Each record below describes this same artifact or text from a different angle.
Δημήτριος Ἡρακλείδῃ πατρὶ χαίρειν.
οὐκ ἀκόλουθον πρᾶγμα ἐποίησας ἐνεδρεύσας τὰς τροφὰς τῶν κτηνῶν
τῆς Σεναώ, ἔκπαλαι ἐπισταλεὶς δώδεκα σαργάνας χόρτου ἐκεῖ ἀποστεῖλαι
καὶ μὴ πέμψας, ὡς ἐκ τούτου κινδυνεύειν τὰ κτήνη διαφθαρῆναι. τῶν
οὖν κτηνῶν κακῶς ἐχόντων καὶ τῆς γῆς διὰ τοῦτο μὴ ποτιζομένης ἠπείχθην καὶ νῦν σοι γράψαι ὅπως αὐτῆς ὥρας γομωθῆναι ἐπιτηδείως τὰς σαργάνας
ποιήσας ἀποστείλῃς. τῇ γὰρ ἀσχολίᾳ μου ἔδοξας ἐπεγγελᾶν.
ἐρρῶσθαί σε πολλοῖς χρόνοις
εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.